Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

50. Ἄλλο παχύ· γίνεται τὸ νούσημα ὑπὸ φλέγματος λευκοῦ· ξυνίσταται δὲ ἐν τῇ κοιλίῃ, ὁκόταν πουλυχρόνιοι κατάσχωσι τὸ σῶμα πυρετοί. Ἄρχεται δὲ τὸ νούσημα ἐκ τοῦ προσώπου γινόμενον, καὶ οἰδέει τὸ πρόσωπον, εἶτα κατέρχεται ἐς τὴν κοιλίην, καὶ ὁκόταν στῇ ἐν αὐτῇ, ἀείρει μεγάλην τὴν γαστέρα, καὶ τὸ σῶμα κοπιᾷ ὡς ὑπὸ ταλαιπωρίης, καὶ ἐν τῇ κοιλίῃ βάρος ἴσχει καὶ πόνος ἰσχυρός· καὶ οἱ πόδες οἰδέουσι. Καὶ ἢν χυθῇ ὑετὸς ἐπὶ τῆς γῆς, τῆς κόνιος ὀδμώμενος οὐκ ἀνέχεται· ἢν δὲ ἑστηκὼς τύχῃ ἐν τῷ ὑετῷ καὶ ὀδμηθῇ τῆς γῆς, ἐξαπίνης πίπτει. Αὕτη ἡ νοῦσος διαπαύουσα τῆς προτέρης πλείονα χρόνον ἐπιλαμβάνει καὶ χρονιωτέρη ἀπαλλάσσεται. Μελετῇν δὲ χρὴ ταύτην ἐν τοῖσιν αὐτοῖσιν, οἵοισι καὶ τὸν ὑδεριῶντα, ἤγουν πυρίῃσι καὶ φαρμάκοισι καὶ ἐδέσμασι καὶ ταλαιπωρίῃσιν. Αὕτη ἡ νοῦσος ἐπικρατέει μάλιστα ἓξ ἔτεα, εἶτα ἐξέρχεται μελετωμένη καλῶς ἐν χρόνῳ, ἤν γε καὶ μὴ καταρχὰς ἰηθῇ. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.

51. Περὶ ἰσχιάδος· ἰσχιὰς δὲ ἀπὸ τῶνδε τῶν ἀφορμῶν γίνεται μάλιστα τοῖσι πολλοῖσιν, ἢν εἱληθῇ ἐν τῷ ἡλίῳ πουλὺν χρόνον καὶ τὰ ἰσχία διαθερμανθῇ καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ ὑπὸ τοῦ καύματος τὸ ἐνεὸν ἐν τοῖσιν ἄρθροισιν. Ὡς δὲ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μοι τεκμήριον· ὁ γὰρ νοσέων στρέφεσθαι ἢ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἐν αὐτοῖσιν ἀλγηδόνος καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους· ἀλγέει δὲ μάλιστα τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ πλαγίων τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη ἐν τοῖσι

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]