Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

ἀπὸ τοῦ φλέγματος νοσέοντι τὰ τοιαῦτα ποιέειν. Ἢν δὲ μὴ δύνηται ἵστασθαι, ἐν τῇ κλίνῃ χρὴ περιφέρειν ὡς πυκνώτατα, ἀφ’ οὗ ἂν νοσέῃ, καὶ ἅπαντα ὁμοίως, ὅκως ἂν ἐντὸς μὴ ξυμφυῇ ὁ χόνδρος· ἢν δὲ ξυμφυῇ καὶ τὰ ἄρθρα ξυμπαγῇ, πᾶσα ἀνάγκη χωλὸν γενέσθαι τὸν ἄνθρωπον. Καὶ ἢν βούλῃ κλύσαι τὸν ἀπὸ τοῦ αἵμετος νοσέοντα, ὥστε αἷμα ἀπάγειν καὶ φλέγμα ἀπὸ τῶν ἰσχίων, τοῖσιδε δεῖ κλύζειν· ἁλὸς δραχμίδα τρίψας, παραμῖξαι ἐλαίου κοτύλην καὶ ἀπὸ κριθέων ἑφθῶν δύο κοτύλας, εἶτα οὕτω κλύζειν τοῦτον. Οὕτω μελετῶν τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ λίην ἐστὶ καὶ χρονίη.

52. Τέτανοι τρεῖς· ἢν μὲν ἐπὶ τρώματι τέτανος γένηται, πάσχει τάδε· αἱ γένυες πήγνυνται, καὶ τὸ στόμα διαίρειν οὐ δύναται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύναται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας, οὐδὲ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον βέβρωκεν, ἀνὰ τὰς ῥῖνας ἀνέρχεται ἐνίοτε. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριᾷν δεῖ, καὶ ἀλείψαντα λιπαρῶς πρὸς τὸ πῦρ ἕκαθεν θάλπειν, καὶ χλιάσματα προστιθέναι ὑπαλείψας τὸ σῶμα. Καὶ ἀψίνθιον ἢ φύλλα δάφνης ἢ τοῦ ὑοσκυάμου τὸν καρπὸν τρίψας καὶ λιβανωτὸν, εἶτα οἴνῳ λευκῷ διεὶς ἐγχέαι ἐς χυτρίδα καινήν· εἶτα ἐπιχέαι ἔλαιον ἴσον τῷ οἴνῳ, καὶ θερμήνας ἀλεῖψαί πολλῷ θερμῷ τὸ σῶμα καὶ τὴν κεφαλήν· ἔπειτα κατακλίνας ἐμβάπτειν τὴν σάρκα ποιῆσαι, καὶ ἀμφιέσαι ἱμάτια μαλθακὰ καθαρὰ, ὅκως ἂν ἐξιδρώσῃ σφόδρα· μελίκρητον

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]