Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

φλέβια ἀποφραχθῇ τὰ ἐς τὸν μυελὸν τείνοντα καὶ ἡ ἐκ τοῦ ἐγκεφάλου ἔφοδος. Διὰ κάκωσιν δὲ τοῦ σώματος τάδε πάσχει καὶ νοσέει· αὐαίνεται μάλιστα καὶ ἀπὸ λαγνείης· τάδε οὖν πάσχει· ὀδύνη ὀξέη ἐμπίπτει αὐτῷ ἐς τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, καὶ ἐς τὴν ὀσφῦν, καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ ἐς τὰ ἄρθρα τῶν σκελέων, ὥστε ἐνίοτε οὐ δύναται ξυγκάμπτειν· καὶ ἡ κόπρος οὐ διαχωρέει, ἀλλ’ ἵσταται καὶ δυσουρέεται. Οὗτος κατ’ ἀρχὰς μὲν τῆς νούσου ἡσυχαίτερον διάγει· ὁκόσῳ δ’ ἂν ὁ χρόνος τῇ νούσῳ ἀπομηκύνηται, πονέει ἅπαντα μᾶλλον, καὶ τὰ σκέλεα οἰδέει ὡς ἀπὸ ὑδέρου, καὶ ἕλκεα ἐκφλυνδάνει ἀπὸ τῆς ὀσφύος, καὶ τὰ μὲν ἄλλα ὑγιαίνεται, τὰ δὲ ἄλλα παραφύεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας τὴν κεφαλὴν, τῷ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ καθῆραι πρῶτον τὸ σῶμα εὖ μάλα· τῆς δὲ ἑσπέρης μετὰ τὴν κάθαρσιν πτισάνης δύο τρυβλία ῥοφεέτω μέλι παραχέας· οἶνον δὲ λευκὸν πινέτω μαλθακόν. Τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος διδόναι αὐτῷ ἑφθοῦ, μέλι παραχέας, ὀκτὼ κοτύλας ἐκπιεῖν· ἢν δὲ μὴ ὄνειον ἔχῃς, βοείου ἢ αἰγείου ἑφθοῦ τρία ἡμιχόεα, παραχέας μέλι· καὶ τὴν ὥρην γαλακτοποτεέτω ἐν ὀῤῥῷ καὶ γάλακτι, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Σιτίοισι δὲ καὶ ὄψοισι χρεέσθω ὡς διαχωρητικωτάτοισιν· οἶνον δὲ πινέτω λευκὸν, μαλθακὸν, Μενδήσιον. Ὁκόταν δὲ παχύτατος ᾖ, καῦσαι αὐτοῦ ἐς τὴν ὀσφῦν ἑκατέρωθεν τῶν σπονδύλων τέσσαρας ἐσχάρας, καὶ ἐς τὸ μετάφρενον δεκαπέντε ἑκατέρωθεν, καὶ ἐς τὸν αὐχένα δύο μεταξὺ τῶν τενόντων· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπή.

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]