Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

μελίκρητόν τε διδόναι πίνειν καὶ οἶνον λευκὸν γλυκὺν αὐστηρὸν, ὁκότερον ἂν ξυμφέρῃ, καὶ ῥοφήματα ταὐτὰ, ἃ καὶ τῷ ὑπὸ πλευρίτιδος ἑαλωκότι. Ὑπὲρ δὲ τῆς ὀδύνης τάδε χρὴ διδόναι πίνειν· ἀλεκτορίδος ὠοῦ ἑφθοῦ τὸ ὠχρὸν τρίψας, παραχέας στρύχνου χυλοῦ ἡμικοτύλιον καὶ μελίκρητον ἐν ὕδατι πεποιημένον, ἥμισυ ἡμικοτύλιον, τούτοισι διεὶς διδόναι πίνειν, καὶ παύσει τὴν ὀδύνην· διδόναι δὲ καὶ ἑκάστης ἡμέρης, ἕως ἂν ἡ ὀδύνη παύσηται· πινέτω δὲ καὶ σιλφίου ὀπὸν ὁκόσον ὄροβον, καὶ ὀρίγανον τρίβων διεῖναι οἴνῳ λευκῷ, καὶ οὕτω πίνειν νῆστις· ἐπιπινέτω δὲ καὶ τὰ ἐν τῇ πλευρίτιδι διδόμενα φάρμακα, εἵνεκα τῆς ὀδύνης· πινέτω δὲ καὶ γάλα αἰγὸς, τρίτον μέρος μέλιτος παραμίσγων, τοῦ δὲ γάλακτος ἔστωσαν τέσσερες κοτύλαι· τοῦτο ἕωθεν πινέτω ὁκόταν τἄλλα μὴ πίνῃ. Σιτίων δὲ ἀπεχέσθω, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ μάλιστα ἐν ἑπτὰ ἡμέρῃσι, ταύτῃσι γὰρ δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Ἢν δὲ καὶ πνίγμα προσίστηται, τάδε χρὴ διδόναι, ὅκως ἂν ἀπεμέσῃ· μέλι, καὶ ὕδωρ, ὄξος, ἅλας, ταῦτα μίξας ἐγχέαι ἐς χυτρίδιον καινόν· εἶτα χλιαίνειν, καὶ ταράσσειν ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ξὺν τῷ καρπῷ· ὁκόταν δὲ χλιανθῇ, ἐκπιεῖν δοῦναι χλιερόν· εἶτα περιβαλὼν ἱμάτια ἐᾷν, περιστείλας ὅκως ἂν ἱδρῷ μάλιστα, καὶ ὁκόταν ἔμετος αὐτὸν ἔχῃ, ἐμεέτω προθύμως καταματτευόμενος πτερῷ· ἢν δὲ μὴ δύνηται ἐμέσαι, ἐπιπιὼν μελικρήτου χλιαροῦ κύλικα δικότυλον, οὕτως ἐμεέτω· καὶ ἤν τι ἀπεμέσῃ χολῆς ἢ φλέγματος, αὖθις τὸ αὐτὸ χρὴ ποιέειν ἐπὶ τέσσαρας ὥρας· ὠφελήσει γάρ. Μετὰ δὲ τῆς νούσου τὴν κρίσιν μελετῇν, σιτία ὀλίγα διδοὺς καθαρά· κἢν μὲν ἄρτον φιλέῃ ἐσθίειν, ἄρτον θερμὸν ὡς μάλιστα καθαρὸν ἐσθιέτω· ἢν δὲ μάζην,

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]