Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

δὲ χλιερὸν διδόναι, ἢν μὲν δύνηται, κατὰ στόμα, ἢν δὲ μὴ δύνηται, ἐγχέειν κατὰ τὰς ῥῖνας· διδόναι δὲ οἶνον λευκὸν πίνειν ὡς ἥδιστον καὶ πλεῖστον. Ταῦτα χρὴ ποιέειν ἑκάστης ἡμέρης, ἕως ἂν ὑγιὴς γένηται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης παραχρῆμα.

53. Ὀπισθότονος· ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτά· γίνεται δὲ, ὀκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ὑπὸ κυνᾴγχης ἢ ὑπὸ σταφυλῆς ἢ ὑπὸ τῶν ἀμφιβραγχίων ἐμπύων γενομένων· ἐνίοτε δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγενομένων, εἰ σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται ἐς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον καὶ τὰ στήθεα ἔχεται, καὶ οἰμώζει, καὶ οὕτω σπᾶται σφόδρα, ὥστε μόλις μιν κατέχουσιν οἱ παρεόντες, ὡς μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν. Οὗτος πολλάκις μὲν τῆς ἡμέρης πονέει, πολλάκις δὲ κουφότερον διάγει. Τούτῳ οὕτως ἔχοντι ταὐτὰ χρὴ προσφέρειν, ἃ καὶ τῷ πρόσθεν. Ἡ δὲ νοῦσος προσίσχει τὸ μακρότατον ἄχρι τεσσαράκοντα ἡμερέων· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται.

54. Ἄλλος τέτανος· ὁ δὲ τέτανος ἧσσον θανατώδης ἢ οἱ πρόσθεν, γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον· ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]