De Affectionibus Interioribus (Internal Affections)
Littré 1851
σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν ταὐτὰ προσφέρειν, ἃ καὶ τοῖσι
πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς θεραπείης παύηται, γάλακτι
παχύνας καῦσαι κάτω τὴν ὠμοπλάτην τὴν δεξιὴν τέσσαρας ἐσχάρας,
καὶ ἐς τὴν κοτυλίδα τοῦ ἰσχίου τοῦ δεξιοῦ τρεῖς, καὶ ὑπὸ τὸν γλουτὸν
δύο, καὶ ἐν τῷ μέσῳ τοῦ μηροῦ δύο, καὶ ὑπὲρ τοῦ γούνατος
μίην, καὶ ὑπὲρ τοῦ σφυροῦ μίην. Οὗτος, ἢν οὕτω καυθῇ, οὐκ ἀφίησιν
οὔτε ἄνω οὔτε κάτω τὴν νοῦσον διαχωρέειν. Ἢν δέ κου ἡ ὀδύνη
φθῇ ῥαγεῖσα, ἢν μὲν στηρίξῃ ἐς τὸ σκέλος πρὶν ἢ καυθῆναι, χωλὸς
ἔσται· ἢν δὲ ἐς τὴν κεφαλὴν, κωφὸς ἢ τυφλός· ἢν δὲ ἐς τὴν κύστιν,
προχωρέει ἅμα τῷ οὔρῳ αἵματος μάλιστα τεσσαράκοντα ἡμέρας.
Ἀλλὰ χρὴ, ἢν ἐς τὴν κύστιν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ
καὶ τῷ στραγγουριῶντι· καὶ ἤν κου ἄλλῃ ἡ ὀδύνη στῇ, καῦσαι·
καίειν δὲ χρὴ τὰ μὲν σαρκώδεα σιδηρίοισι, τὰ δὲ ὀστώδεα καὶ νευρώδεα
μύκησι. Πλὴν τάδε πρότερον τούτων χρὴ ποιῆσαι· ἢν κατ’
ἀρχὰς τῇ νούσῳ παραγένῃ, εἰς μὲν τὸ ποτὸν χρὴ διδόναι οἶνον
λευκὸν Μένδαιον ὑδαρέστερον ὡς πλεῖστον μεθ’ ἡμέρην, καὶ μεθυσκέσθω
ἄχρις ἂν αἱμοῤῥαγήσῃ κατὰ τὰς ῥῖνας· ὁκόταν δὲ ἄρξηται,
ἐᾷν ῥυῆναι ἡμέρας τὸ ἐλάχιστον δέκα καὶ τρεῖς· ὅταν δὲ αὗται αἱ
ἡμέραι διέλθωσι, μηκέτι μεθυσκέσθω, μηδὲ ὅταν ἄρξηται ἅπαξ
ῥεῖν· πινέτω μέντοι ὀλίγῳ πλείονα τὸν οἶνον ἐπὶ σιτίῳ, ὅκως ἂν ῥέῃ
τὸ αἷμα. Ἤδη δέ τισι παυσαμένου τοῦ αἵματος, ἐῤῥάγη ἐς τὴν κύστιν
καὶ ἐχώρησεν αἷμα καὶ πῦα· ἢν γοῦν ῥαγῇ, διδόναι τὰ αὐτὰ
Work
Title: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 166-302
Publisher: Baillière, Paris
Download
Hipp-Gr_050.xml [207 Kb]