Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Muliebri (Nature of Women)

Littré 1851

αἷμα καταῤῥαγῇ· εἰ δὲ μὴ, πῖνέτω κανθαρίδας τέσσαρας, ἀποκολούσασα τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τὴν κεφαλὴν, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ σηπίης ὠὰ, σπέρμα σελίνου ὀλίγον ἐν οἴνῳ· καὶ ἢν ὀδύνη, ἔνῃ καὶ ἢν στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαρθῇ ὑπὸ τοῦ πρώτου, αὖθις πινέτω, ἔστ’ ἂν γένηται· ἐπὴν δὲ γένηται, ἀσιτήσασα ξυνέστω τῷ ἀνδρί· ἐν δὲ τῇ καθάρσει τὴν λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω. Τῆς δὲ νούσου ἀπαλλάσσεται ἢν ἐν γαστρὶ σχῇ.

9. Ἢν ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ τὰ σκέλεα, καὶ ῥῖγος καὶ ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας. ἔχει· ἔστι δ’ ὅτε καὶ πρὸς τὰ σπλάγχνα ἀνέρχεται, καὶ λειποψυχέει· ταῦτα πάσχει ἀρχομένης τῆς νούσου· ὁκόταν δὲ χρόνος ἐγγένηται, τὰ κύλα τοῦ προσῴπου ἐξερυθριᾷ. Ὁκόταν ὧδε ἔχῃ, πυριήσας τὰς ὑστέρας προσθεῖναι τὴν κυκλάμινον· πινέτω δὲ τὸ ξὺν τῇ δᾳδὶ, ἔστ’ ἂν τὸ ῥεῦμα κινηθῇ· ἐσαλείφειν δὲ ἐς τὸ στόμα τῶν ὑστερέων στέαρ χήνειον καὶ σμύρναν καὶ ῥητίνην χλιερὴν, καὶ ἐμπλασσέσθω ὡς μάλιστα, καὶ πρὸ τοῦ σιτίου ἐσθιέτω ἑψοῦσα τὴν λινόζωστιν, καὶ σκόροδα, καὶ πράσα, καὶ κράμβης τὸν χυλὸν ῥοφεέτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω, θαλασσίοισι δὲ μᾶλλον, καὶ λουέσθω θερμῷ· τῶν δὲ λιπαρῶν καὶ τῶν γλυκέων ἀπεχέσθω, ἕως ἂν ὑγιὴς γένηται.

10. Ἢν αἱ μῆτραι φλεγμήνασαι πρησθῶσι, φῦσα ἐγγίνεται,

Work

Title: Hippocrates: De Natura Muliebri
English: Nature of Women
Original: Περὶ γυναικείης φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 312-430

Publisher: Baillière, Paris

Download

Hipp-Gr_051.xml [162 Kb]