Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Muliebri (Nature of Women)

Littré 1851

λιβανωτοῦ ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἰρίον ἐνελίξας, πρόσθες πρὸς τὸ στόμα τῆς μήτρης, τῆς ἡμέρης πεντάκις τοῦτο ποιῶν. Τὸ ἀμπέλιον τρίβων χλωρὸν ἐν μέλιτι, καὶ ἐς εἰρίον ἐνελίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ σικυώνης ἐντεριώνην καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες. Ἀβρότονον ὅσον τριώβολον τρίψας ἐν μέλιτι, ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἐλατηρίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν τρίψας, καὶ μέλιτι ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἢν γυνὴ μὴ κυΐσκηται, καθαρτήριον· ταύρου οὖρον ξυλλέξαι ὅσον τρεῖς κοτύλας, ἔπειτα λαβὼν ἀρτεμισίην ποίην ἢ παρθένιον ἢ ἀδίαντον καὶ δάφνην χλωρὴν καὶ κέδρου πρίσματα, κόψον λεῖα ἐν ὅλμῳ, εἶτα ὀρύξας βόθρον, ἐγκαύσας τε ἄνθρακας, καὶ ἐπιθεὶς χύτραν, ἔγχεον τὸ οὖρον τοῦ ταύρου, καὶ ἔμβαλε τὰ κεκομμένα ἐν τῷ ὅλμῳ· ἔπειτα περιθεὶς δίφρον, ἐπίθες τῆς ἀρτεμισίης ποίης, ἢ ὕσσωπον, ἢ ὀρίγανον· εἶτα ἐπικαθίσας τὴν γυναῖκα, πυρίησον ἕως ἂν ἱδρώσῃ· ὅταν δὲ ἱδρώσῃ, λοῦσαι θερμῷ· ἐς δὲ τὸ λουτρὸν ἐμβαλεῖν τὴν ἀρτεμισίην καὶ δάφνην· εἶτα πρόσθετον ποιῆσαι ἢ ἀρτεμισίην, ἢ βόλβιον ἐν οἴνῳ λευκῷ τρίψας, εἰρίῳ ἐνειλίξας, προστιθέτω· ταῦτα ποιέειν ἐφ’ ἡμέρας τρεῖς· εἶτα κοιμάσθω παρὰ ἀνδρί. Προσθετὸν κυητήριον· ἐκ νίτρου καὶ λιβανωτοῦ βάλανον ποιήσας ἐν μέλιτι πρόσθες. Προσθετὸν καθαρτήριον μαλθακτικόν·

Work

Title: Hippocrates: De Natura Muliebri
English: Nature of Women
Original: Περὶ γυναικείης φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 312-430

Publisher: Baillière, Paris

Download

Hipp-Gr_051.xml [162 Kb]