De Natura Muliebri (Nature of Women)
Littré 1851
Αἰγυπτίη], ὕδατι διεὶς, εἰρίῳ ἑλίξας, προστίθει. Ἕτερον χολὴν
καθαῖρον· σικύης ἐντεριώνην λείην τρίψας, μέλιτι φυρήσας, βάλανον
ποιέων, προστίθει. Ἕτερον· κολοκυνθίδος ἀγρίης τὸ εἴσω λεῖον
ποιήσας, μέλιτι φυρήσας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον·
ἐλατηρίου πόσιας τέσσαρας, ξυμμίσγων στέαρ χήνειον καὶ αἴγειον
καὶ μίσυ, βάλανον ποιέων, προστίθει ἐν τῷ ῥάκει. Ἕτερον· θλάσπιν
λείην ποιέων, μέλιτι φυρέων, προστίθει. Ἕτερον· σύκου παλαιοῦ
τὸ πῖον ξύσας, καὶ ξυμμίξας πόσιας ἐλατηρίου δύο καὶ νίτρου ὅσον
τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἕτερον· ἢν φλεγμήνῃ· νίτρον
ἐρυθρὸν, σύκου τὸ εἴσω τὸ πῖον, ἴσον ἑκάστου, τρίψας λεῖα,
ὅσον κηκίδα ποιήσας, προστίθει. Ἕτερον· κυμίνου φύλλα ἐν οἴνῳ
τρίψας, ἐν ῥᾴκει προστίθει. Ἕτερον· τὴν λευκὴν ῥίζαν τρίψας
λείην, μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανον ποιήσας, προστίθει.
Ἕτερον· ὀπὸν σιλφίου καὶ σῦκον μίξας, βάλανον ποιέων, προστίθει.
Ἕτερον· σικύης σπέρμα τρίψας, τὸν αὐτὸν τρόπον προστίθει.
Ἕτερον· χολὴν ταύρου, καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλάμινον,
τρίψας τουτέων ὅσον κηκίδα, τοῦ κυκλαμίνου δὲ πλεῖστον, μέλιτι
ξυμμίξας, προστίθει. Ἕτερον· τοῦ κρομμύου τὴν κεφαλὴν καθαίρειν,
ἐν ὕδατι τρίψας, ἐς ῥάκος ἀποδήσας, προσθεῖναι. Ἕτερον·
σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, μέλιτι ταῦτα φυρήσας, ἐς
Work
Title: De Natura Muliebri
English: Nature of Women
Original: Περὶ γυναικείης φύσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 312-430
Publisher: Baillière, Paris
Download
Hipp-Gr_051.xml [162 Kb]