De Natura Muliebri (Nature of Women)
Littré 1851
προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Ἢν βούλῃ ὑστέρας καθῆραι, πρῶτον μὲν χρὴ ὑποθυμιῆσαι κριθὰς ἐλαίῳ δεδευμένας ἐπ’ ἀνθράκων· τῇ δὲ ὑστεραίῃ ὄϊος χρὴ κρέας ἑψεῖν, κυτριδίῳ ἐξηθριασμένον· τὸ δὲ κυτρίδιον εἶναι ὅσον χοέα, καὶ καθεψεῖν σφόδρα· ἐπειδὰν δὲ ἑφθὰ ᾖ, ἀκροχλίερα κατεσθιέτω, καὶ τὸν ζωμὸν ἐπιῤῥοφείτω· τῇ δ’ ὑστεραίῃ λιβανωτὸν καὶ γλήχωνα λεῖα ποιήσας, ἀναδεύσας μέλιτι, εἰρίῳ ἀνασπογγίζων, προστίθει ἐπὶ τρεῖς ἡμέρας.
54. Ἢν δὲ ἐς τὴν ἕδρην τραπῶσι καὶ τὰ ὑποχωρήματα κωλύωσιν ὑποχωρέειν, ὀδύναι ἴσχουσι τήν τε ὀσφῦν καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφῦν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ προστιθέναι ὁκόσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν μάλιστα προσδέχηται.
55. Ἢν ἑλκωθῇ τὸ στόμα ἢ φλεγμήνῃ, σμύρναν, καὶ στέαρ χήνειον, καὶ κηρὸν λευκὸν, καὶ λιβανωτὸν ἐν λαγωοῦ θριξὶ τῇσιν ὑπὸ τὴν γαστέρα μίξας καὶ λεῖα ποιήσας ἐν εἰρίῳ ὡς μαλθακωτάτῳ προστιθέσθω.
56. Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, παραχρῆμα μὲν χρὴ ἀσιτέειν· ἄγνου δὲ πέταλα λεῖα τρίψαντα ἐν οἴνῳ καὶ μέλιτι, ἔλαιον ἐπιχέας, ἀναχλιήνας, δίδου πιεῖν ὅσον κοτύλην.
57. Ἢν φλεγμήνωσιν αἱ ὑστέραι, τῆς ἀκτῆς τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κρίμνοις ἑψήσας σητανίοις, ἀκροχλίερον δίδου ῥοφῇν.
Work
Title: De Natura Muliebri
English: Nature of Women
Original: Περὶ γυναικείης φύσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 312-430
Publisher: Baillière, Paris
Download
Hipp-Gr_051.xml [162 Kb]