Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Octimestri Partu (Eight Months' Child)

Littré 1851

ΠΕΡΙ ΟΚΤΑΜΗΝΟΥ.

10. Περὶ δὲ ὀκταμήνου γενέσιος φημὶ δισσὰς ἐφεξῆς κακοπαθείας γενομένας ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία, καὶ διὰ τοῦτο οὐ περιγίνεσθαι τὰ ὀκτάμηνα· συγκυρεῖ γὰρ αὐτέοις ἐφεξῆς κακοπαθεῖν τήν τε ἐν τῇ μήτρῃ γενομένην κακοπαθείην καὶ τὴν ὅταν ὁ τόκος γένηται, καὶ διὰ τοῦτο τῶν ὀκταμήνων οὐδὲν περιγίνεται. Ἐπεὶ καὶ τὰ δεκάμηνα καλεόμενα λέγω ἐν ἑπτὰ τέσσαράκονθ’ ἡμέρῃσι μᾶλλον τίκτεσθαι· καὶ μάλιστα προσήκει ἐκτρέφεσθαι· καὶ τελεώτατόν ἐστιν ἐν τῇσι ταύτῃσι τεσσαράκοντα ἡμέρῃσι. Ἐπήν δὲ γένηται, πλείω ἀπόλλυται· ἀναγκάζεται γὰρ πολλὰ μεταλαμβάνοντα ἐν ὀλίγῳ χρόνῳ πολλὰ νοσέειν, ἐξ ὧν οἱ θάνατοι γίνονται. Ἄρχεται δὲ πονέειν τὸ παιδίον πρὸς τοῦ τόκου γινόμενον καὶ κινδυνεύειν ἀπολέσθαι, ὅταν ἐν τῇ μήτρῃ στρέφηται· φύεται γὰρ πάντα ἄνω τὴν κεφαλὴν ἔχοντα· τίκτεται δὲ τὰ πολλὰ ἐπὶ κεφαλήν· καὶ

Work

Title: Hippocrates: De Octimestri Partu
English: Eight Months' Child
Original: Περὶ ὀκταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 452-460

Publisher: Baillière, Paris

Download

Hipp-Gr_052.xml [11.6 Kb]