Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Octimestri Partu (Eight Months' Child)

Littré 1851

ἀσφαλέστερον ἀπαλλάσσει τῶν ἐπὶ πόδας τικτομένων· τὰ γὰρ συγκαμπτόμενα τοῦ σώματος ἐπὶ κεφαλὴν οὔπω κωλύει ἰόντος τοῦ παιδίου· ἀλλὰ μᾶλλον, ὅταν ἐπὶ πόδας ὁρμήσῃ, τὰ ἐμφράγματα γίνεται. Αἱ γὰρ στροφαὶ ἐν τῇ γαστρὶ καὶ ἄλλος κίνδυνος· καὶ οἱ ὀμφαλοὶ πολλάκις ἤδη τῶν παιδίων ἐφάνησαν περὶ τοὺς τραχήλους· ἢν γὰρ κατὰ τὸ μόριον, ὁποτέρωθεν ἂν τύχῃ ὁ ὀμφαλὸς τῇ μήτρῃ μᾶλλον παρατεταμένος, ταύτῃ τὸ παιδίον τῆς κεφαλῆς τὴν περιαγωγὴν ποιήσηται, τοῦ ὀμφαλοῦ στρεφομένου ἢ περὶ τὸν αὐχένα ἢ καὶ κατὰ τὸν ὦμον, τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν, τουτέου δὲ γενομένου καὶ τὴν μητέρα ἀνάγκη πονῆσαι μᾶλλον καὶ τὸ παιδίον ἢ ἀπολέσθαι ἢ χαλεπώτερον ἐξελθεῖν. Ὥστε ἤδη καὶ πολλὰ ἔνδον τὴν ἀρχὴν τῆς νούσου τῶν παιδίων ἦλθεν ἔχοντα, ἐξ ἧς τὰ μὲν ἀπώλετο, τὰ δὲ νοσήσαντα περιεγένετο.

11. Ὁκόσα δ’ ἂν εὐπορήσῃ καὶ ἀσφαλέως ἐς τοὐμφανὲς ἐξίῃ, ἀνεθέντα ἐξαίφνης ἐκ τῆς ἀνάγκης τῆς ἐν τῇ γαστρὶ, παχύτερα καὶ μέζω παραυτίκα ἢ κατὰ λόγον ἐγένετο, οὐκ αὐξήματος, ἀλλ’ οἰδήματος

Work

Title: Hippocrates: De Octimestri Partu
English: Eight Months' Child
Original: Περὶ ὀκταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 452-460

Publisher: Baillière, Paris

Download

Hipp-Gr_052.xml [11.6 Kb]