Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Octimestri Partu (Eight Months' Child)

Littré 1851

γενομένου, ἐξ ὧν δὴ πολλὰ ἀπώλετο· ἢν γὰρ μὴ συνίζῃ τὸ οἴδημα θᾶσσον, ἢ τριταῖον ἢ ὀλίγῳ πολυχρονιώτερον, νοῦσοι γίνονται ἀπ’ αὐτέου.

12. Αἵ τε τροφαὶ καὶ αἱ ἀναπνοαὶ σφαλεραὶ μεταλλασσόμεναι· ἤν τι γὰρ νοσηρὸν ἐσάγωνται, κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας ἐσάγονται· καὶ ἀντὶ τοῦ τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶ μὴ περιγίνεσθαι, πολλῷ πλέω εἰσέρχεται, ὥστε ἀναγκάζεσθαι ὑπὸ τοῦ πλήθεος τῶν ἐσιόντων καὶ ὑπὸ τῆς διαθέσιος ἧς διάκειται τὸ σῶμα τοῦ παιδίου ἤδη τὰ μὲν κατὰ τὸ στόμα τε καὶ τὰς ῥῖνας πάλιν ἐξιέναι, τὰ δὲ κατὰ τὸ ἔντερον καὶ τὴν κύστιν κάτω περαιοῦσθαι, πρόσθεν οὐδενὸς τουτέων οὕτω γενομένου. Καὶ ἀντὶ πνευμάτων τε καὶ χυμῶν οὕτω συγγενέων, ὅκως ἀεὶ ἀνάγκη ἐν τῇσι μήτρῃσι γίνεσθαι συνηθείην τε ἔχοντα καὶ εὐμενείην, πᾶσι ξένοισι χρῆται ὠμοτέροισι καὶ ξηροτέροισι καὶ ἧσσον ἐξηνθρωπισμένοισιν, ἐξ ὧν ἀνάγκη πόνους γίνεσθαι πολλοὺς, πολλοὺς δὲ καὶ θανάτους· ἐπεὶ καὶ τοῖσιν ἀνδράσι πολλάκις αἱ μεταλλαγαὶ τῶν χωρίων τε καὶ τῶν διαιτημάτων τὰς νούσους ποιέουσιν. Ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν ἐσθημάτων· ἀντὶ γὰρ τοῦ σαρκὶ καὶ χυμοῖς ἠμφιέσθαι χλιεροῖς τε καὶ ὑγροῖς καὶ ξυγγενέσι, τοιαῦτα ἀμφιέννυται τὰ παιδία οἷά περ οἱ ἄνδρες. Οἱ δὲ ὀμφαλοὶ ἔσοδοί εἰσι τοῖσι παιδίοισι μοῦνον τοῦ σώματος· τῇ μήτρῃ προσέχεται διὰ τουτέων, καὶ κοινωνεῖ τῶν

Work

Title: Hippocrates: De Octimestri Partu
English: Eight Months' Child
Original: Περὶ ὀκταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 452-460

Publisher: Baillière, Paris

Download

Hipp-Gr_052.xml [11.6 Kb]