Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Genitura (Generation)

Littré 1851

ΠΕΡΙ ΓΟΝΗΣ.

ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.

ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.

1. Νόμος μὲν πάντα κρατύνει· ἡ δὲ γονὴ τοῦ ἀνδρὸς ἔρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι ἐόντος τὸ ἰσχυρότατον ἀποκριθέν· τούτου δὲ ἱστόριον τόδε, ὅτι ἀποκρίνεται τὸ ἰσχυρότατον, ὅτι ἐπὴν λαγνεύσωμεν σμικρὸν οὕτω μεθέντες, ἀσθενέες γινόμεθα. Ἔχει δὲ οὕτω· φλέβες καὶ νεῦρα ἀπὸ παντὸς τοῦ σώματος τείνουσιν ἐς τὸ αἰδοῖον, οἷσιν ὑποτριβομένοισι καὶ θερμαινομένοισι καὶ πληρευμένοισιν ὥσπερ κνησμὸς ἐμπίπτει καὶ τῷ σώματι παντὶ ἡδονὴ καὶ θέρμη ἐκ τούτου παραγίνεται· τριβομένου δὲ τοῦ αἰδοίου καὶ τοῦ ἀνθρώπου κινευμένου, τὸ ὑγρὸν θερμαίνεται ἐν τῷ σώματι καὶ διαχέεται καὶ κλονέεται ὑπὸ τῆς κινήσιος καὶ ἀφρέει, καθάπερ καὶ τἄλλα ὑγρὰ ξύμπαντα κλονεύμενα ἀφρέει· οὕτω δὲ κἀν τῷ ἀνθρώπῳ ἀποκρίνεται ἀπὸ τοῦ ὑγροῦ ἀφρέοντος τὸ ἰσχυρότατον καὶ πιότατον, καὶ ἔρχεται εἰς τὸν νωτιαῖον μυελόν· τείνουσι γὰρ ἐς τοῦτον ἐκ παντὸς τοῦ σώματος, καὶ διαχέει ἐκ τοῦ ἐγκεφάλου εἰς τὴν ὀσφὺν καὶ ἐς πᾶν τὸ σῶμα καὶ ἐς τὸν μυελὸν, καὶ ἐξ αὐτοῦ τείνουσιν ὁδοὶ, ὥστε καὶ ἐπιέναι τοῦ ὑγροῦ ἐς αὐτὸν καὶ ἀποχωρέειν. Ἐπὴν δὲ ἔλθῃ ἐς τοῦτον τὸν μυελὸν ἡ γονὴ, χωρέει παρὰ τοὺς νεφρούς· ταύτῃ γὰρ ἡ ὁδός ἐστι διὰ φλεβῶν, κἢν οἱ νεφροὶ ἑλκωθῶσιν, ἔστιν ὅτε καὶ αἷμα ξυμφέρεται· παρὰ δὲ τῶν νεφρῶν ἔρχεται διὰ τῶν ὀρχίων μεσάτων ἐς τὸ αἰδοῖον· καὶ χωρέει οὐχ ὅπη τὸ οὖρον, ἀλλά οἱ ἄλλη ὁδός ἐστιν αὐτῆς ἐχομένη. Καὶ οἱ ἐξονειρώσσοντες διὰ τάδε ἐξονειρώσσουσιν· ἐπὴν τὸ ὑγρὸν ἐν τῷ σώματι διακεχυμένον ἔῃ καὶ διάθερμον, εἴτε ὑπὸ ταλαιπωρίης, εἴτε καὶ ὑπὸ ἄλλου τινὸς, ἀφρέει· καὶ ἀποκρινο.

Work

Title: Hippocrates: De Genitura
English: Generation
Original: Περὶ γονῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 470-484

Publisher: Baillière, Paris

Download

Hipp-Gr_053.xml [25 Kb]