Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Genitura (Generation)

Littré 1851

10. Τὸ δὲ πηρωθὲν ἐν τῇσι μήτρῃσι παιδίον φημὶ αὐτὸ ἢ φλασθὲν πηρωθῆναι τῆς μητρὸς πληγείσης κατὰ τὸ ἔμβρυον, ἢ πεσούσης, ἢ ἄλλου τινὸς βιαίου παθήματος προσγενομένου τῇ μητρί· ἢν δὲ φλασθῇ, ταύτῃ πηροῦται τὸ παιδίον· ἢν δὲ μᾶλλον φλασθῇ τὸ ἔμβρυον, τοῦ ὑμένος ῥαγέντος τοῦ περιέχοντος αὐτὸ, φθείρεται τὸ ἔμβρυον· ἢ ἑτέρῳ τρόπῳ τοιῷδε πηροῦται τὰ παιδία, ἐπὴν ἐν τῇσι μήτρῃσι κατὰ τὸ χωρίον καθ’ ὅ τι καὶ ἐπηρώθη στενὸν ἔῃ, ἀνάγκη ἐν στενῷ κινευμένου τοῦ σώματος πηροῦσθαι κατ’ ἐκεῖνο τὸ χωρίον· ὥσπερ καὶ τῶν δένδρων ἅσσα ἐν τῇ γῇ ἐόντα μὴ ἔχει εὐρυχωρίην. ἀλλ’ ὑπὸ λίθου ἢ ὑπό τευ ἄλλου ἀποληφθῇ, ἀνατέλλον σκολιὸν γίνεται, ἢ τῇ μὲν παχὺ, τῇ δὲ λεπτόν· οὕτω δὴ ἔχει καὶ τὸ παιδίον, ἢν ἐν τῇσι μήτρῃσι κατά τι τοῦ σώματος στενότερον ἔῃ τὸ ἕτερον τοῦ ἑτέρου.

11. Ὅτι δὲ, πεπηρωμένων ἀνθρώπων, ὑγιέα γίνονται τὰ παιδία, ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει· ἔχει γὰρ τὸν ἀριθμὸν πάντα τὸ πεπηρωμένον τῷ ὑγιεῖ· ἐπὴν δέ τί οἱ νόσημα προσπέσῃ καὶ τοῦ ὑγροῦ αὐτοῦ, ἀφ’ οὗ τὸ σπέρμα γίνεται, τέσσαρες ἰδέαι ἐοῦσαι. ὁκόσαι ἐν φύσει ὑπῆρξαν, τὴν γονὴν οὐχ ὅλην παρέχουσιν, ἀσθενέστερον δὲ τὸ κατὰ τὸ πεπηρωμένον, οὐ θαῦμα δέ μοι δοκέει εἶναι καὶ πηρωθῆναι, καθάπερ ὁ τοκεύς. Ταῦτα δέ μοι ἐς τοῦτο εἰρέαται· ἀναβήσομαι δ’ αὖθις ὀπίσω ἐς τὸν λόγον ὃν ἔλεγον.

Work

Title: Hippocrates: De Genitura
English: Generation
Original: Περὶ γονῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 470-484

Publisher: Baillière, Paris

Download

Hipp-Gr_053.xml [25 Kb]