Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

Littré 1851

τῇ κούρῃ γίνεται ἐν τεσσαράκοντα καὶ δυοῖν ἡμέρῃσιν, ἐπὶ δὲ τῷ κούρῳ ἐν τριήκοντα ἡμέρῃσιν ἡ χρονιωτάτη. Μέλλω δὴ τὸ δεύτερον νῦν ὀνομάζειν σαφηνίης ἕνεκα· φημὶ γὰρ ἀνταποδίδοσθαι, ὅτι ἐν τῇσι μήτρῃσιν ἐνεούσῃ τῇ γονῇ ἐλάχιστον αἷμα ἔρχεται ἀπὸ τῆς γυναικὸς ἐπὶ τὰς μήτρας θῆλυν γονὸν ἐχούσης ἐν τεσσαράκοντα καὶ δυοῖν ἡμέρῃσιν· ἐν γὰρ ταύτῃσι διαρθροῦται τὰ μέλεα τῶν παιδίων· ἀπὸ δὲ τούτου τοῦ χρόνου ἐπὶ πλεῖον ἔρχεται τὸ αἷμα· καὶ ἐπὶ τῷ κούρῳ πάλιν κατὰ λόγον τῶν τριήκοντα ἡμερέων ὧδε ἔχει. Ἕτερον δ’ ἱστόριον τόδε, ὅτι ταῦτά ἐστιν ἀληθέα· τῇσι πρώτῃσι τῶν ἡμερέων ὁκόταν ἡ γονὴ ἐς τὰς μήτρας πέσῃ, ἐλάχιστον αἷμα ἔρχεται ἀπὸ τῆς γυναικὸς ἐς τὰς μήτρας, ἔπειτα δὲ ἐπὶ πλεῖον· εἰ γὰρ ἀθρέον καὶ πολὺ ἔλθοι ἐς ἅπαξ, οὐκ ἂν δύναιτο ἡ γονὴ πνοὴν ἔχειν, ἀλλ’ ἀποπνιγείη ἂν τοῦ αἵματος ἰόντος πολλοῦ. Ἀνταποδίδοται δὲ ἐν τῇ καθάρσει τοὐναντίον· χωρέει γὰρ ἡ κάθαρσις τῶν λοχίων ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων πλείστη, εἶτα ἐπ’ ἐλάσσω, ἕως ἂν λήξῃ. Πολλαὶ δὲ γυναῖκες ἤδη διέφθειραν κοῦρον ὀλίγῳ πρόσθεν τριήκοντα ἡμερέων, καὶ ἄναρθρον ἐφαίνετο· ὑκόσα δὲ ὕστερον ἢ ἅμα τῇσι τριήκοντα ἡμέρῃσι, διηρθρωμένα ἐφαίνετο ἐόντα· καὶ ἐπὶ τῇ κούρῃ κατὰ λόγον τῶν τεσσαράκοντα καὶ δύο ἡμερέων, ὁκόταν διαφθαρῇ, φαίνεται ἡ διάρθρωσις τῶν μελέων· ἤν τε πρόσθεν φθαρῇ τὸ παιδίον ἤν τε ὕστερον, ὧδε φαίνεται καὶ λόγῳ καὶ ἀνάγκῃ ἡ διάρθρωσις ἐοῦσα, ἐπὶ μὲν τῇ κούρῃ ἐν τεσσαράκοντα καὶ δύο ἡμέρῃσιν, ἐπὶ δὲ τῷ κούρῳ ἐν τριήκοντα· ἱστορέουσι γὰρ αἱ ἐξαμβλώσιες τῶν παιδίων καὶ τῶν λοχίων αἱ καθάρσιες. Αἴτιον δέ ἐστιν ὅτι τὸ θῆλυ πήγνυται ὕστερον καὶ διαρθροῦται, ὅτι ἡ γονὴ ἀσθενεστέρη ἐστὶ καὶ ὑγροτέρη τῆς θηλείης ἢ τοῦ ἄρσενος· καὶ ἀνάγκη ἐστὶ κατὰ τοῦτον τὸν λόγον ὕστερον πήγνυσθαι τὸ θῆλυ ἢ τὸ ἄρσεν·

Work

Title: Hippocrates: De Natura Pueri
English: Nature of the Child
Original: Περὶ φύσιος παιδίου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 486-542

Publisher: Baillière, Paris

Download

Hipp-Gr_054.xml [89 Kb]