Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

Littré 1851

σαπὲν ἐν τῇ γῇ ἄδηλον γίνεται· χρόνῳ δὴ καὶ ὀζοῦταί τινα τῶν φύλλων. Ἐκ σπέρματος γοῦν ἅτε ἀφ’ ὑγροῦ γενόμενον, ἕως μὲν ἁπαλὸν ἔῃ καὶ ὑδαρὲς, ἐς αὔξησιν ὡρμημένον καὶ ἐς τὸ κάτω καὶ ἐς τὸ ἄνω, οὐ δύναται τὸν καρπὸν ἐκβάλλειν· οὐ γάρ ἐστιν αὐτῷ δύναμις ἰσχυρὴ καὶ πιαρὰ, ἐξ ἧς τὸ σπέρμα συστραφήσεται. Ὁκόταν δὲ στερεωθῇ μᾶλλον καὶ ῥιζωθῇ τὸ ἐκπεφυκὸς ὑπὸ χρόνου, τότε ἤδη καὶ φλέβας ἴσχει εὐρείας καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω· καὶ τότε δὴ ἐκ τῆς γῆς ἕλκεται οὐκ ἔτι ὑδαρὲς, ἀλλὰ παχύτερον καὶ πιότερον καὶ πλεῖον· τὸ δὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου ἐκζέει ἐς τὰ ἄκρα, καὶ γίνεται καρπὸς κατὰ τὸ ξυγγενὲς ἐξ ὁκοίου καὶ ἐγένετο. Καὶ πολὺς ἐξ ὀλίγου διὰ τόδε γίνεται, ὅτι ἕλκει ἕκαστον τῶν φυομένων ἐκ τῆς γῆς δύναμιν πλείονα ἢ ἐξ οὗ ἐγένετο, καὶ ἐκζέει οὐ κατὰ ἓν, ἀλλὰ κατὰ πολλά· ὁκόταν δὲ ὁ καρπὸς ἐκζέσῃ, τρέφεται ὑπὸ τοῦ φυομένου· ἕλκον γὰρ τὸ φυόμενον ἀπὸ τῆς γῆς τῷ καρπῷ ἐκδίδωσιν· ὁ δὲ ἥλιος πέσσει καὶ στερεοῖ τὸν καρπὸν, τὸ ὑδαρέστερον πρὸς ἑωυτὸν ἕλκων ἀπ’ αὐτοῦ. Καὶ ταῦτα μὲν εἴρηταί μοι περὶ τῶν ἐκ σπέρματος φυομένων ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος.

23. Τὰ δὲ ἐκ φυτευτηρίων, ἀπὸ δενδρέων δένδρεα γίνεται τρόπῳ τοιῷδε· τρῶμα ἴσχει ὁ κλάδος ἐν τῷ κάτω τῷ πρὸς τὴν γῆν, ᾗ ἀπὸ τοῦ δένδρου ἐκλάσθη, ὅθεν αἱ ῥίζαι ἀφίενται. Τρόπῳ δὲ τοιούτῳ μεθίενται· ὁκόταν τὸ φυτὸν τὸ ἐν τῇ γῇ ἐνεὸν ἰκμάδα λάβῃ ἀπὸ τῆς γῆς, οἰδέει καὶ πνεῦμα ἴσχει, τὸ δὲ ὑπὲρ τῆς γῆς οὐδέπω· τὸ δὲ πνεῦμα καὶ ἡ ἰκμὰς συστρέψασα ἐν τῷ κάτω τοῦ φυτοῦ τὴν δύναμιν, ὅση ἦν βαρυτάτη, ἔῤῥηξεν ἐς τὸ κάτω, καὶ γίνονται ἐξ αὐτοῦ ῥίζαι ἁπαλαί. Ὁκόταν δὲ ἐς τὸ κάτω λάβηται, τότε δὴ ἕλκει ἐκ τῆς ῥίζης ἰκμάδα καὶ διαδίδωσι τῷ ὑπὲρ τῆς γῆς ἐόντι· καὶ τότε αὖθις τὸ

Work

Title: Hippocrates: De Natura Pueri
English: Nature of the Child
Original: Περὶ φύσιος παιδίου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 486-542

Publisher: Baillière, Paris

Download

Hipp-Gr_054.xml [89 Kb]