Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis IV (Diseases IV)

Littré 1851

ταῦτα πάντα εἶναι· ἄνθρωποι δὲ αὐτὰ ἡμέρωσαν ἐργαζόμενοι καρποφορέειν κατὰ τὸ σπέρμα ἕκαστον· ἕλκει γὰρ ἐκ τῆς γῆς ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην, καὶ τούτοισιν αὔξεται καὶ τρέφεται, καὶ οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιόν ἐστι τῶν φυομένων, οὔτε ἴσην οὔτε ὁμοίην ἐκ τῆς γῆς ἰκμάδα ἕλκον. Ἕλκει δὲ ἕκαστον τῶν φυομένων βρωτῶν τε καὶ ποτῶν ἐς ἑωυτὸ πολλὰς δυνάμιας ἀπὸ τῆς γῆς· ἐν παντὶ δέ ἐστί τι φλεγματώδεος καὶ αἱματώδεος· ἀνάγκην οὖν τῷδε προσηγαγόμην, ὅτι ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν ἐς τὴν κοιλίην χωρεόντων ἕλκει τὸ σῶμα κατὰ τὰς πηγὰς ἃς ὠνόμασα, ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην διὰ φλεβῶν.

35. Σημήϊον δὲ ἀποφανέω ἕτερον τόδε, ὅτι ἕλκει ἕκαστον κατὰ τὰ εἰρημένα, καὶ ἅμα φράσω, ὅθεν τὸ φλέγμα γίνεται ἐν τῷ σώματι. Ἐπήν τις φάγῃ τυρὸν ἢ ὅ τι ἐστὶ δριμὺ, ἢ ἄλλο τι φάγῃ ἢ πίῃ ὅ τι ἐστὶ φλεγματῶδες, αὐτίκα οἱ ἐπιθέει ἐπὶ τὸ στόμα καὶ τὰς ῥῖνας, καὶ τοῦτο οὕτως γινόμενον πάντες ὁρέομεν· τοῦτο δὲ χρὴ ἐλπίσαι, ὅθεν ἐγὼ ἐρέω. Φημὶ δὲ ὁκόσον ἐν τῷ βρώματι ἢ πόματι φλεγματῶδες ἔνι, κείνου ἐς τὴν κοιλίην ἐλθόντος, τὸ μὲν τὸ σῶμα ἕλκει ἐς ἑωυτὸ, τὸ δὲ ἡ κεφαλὴ κοίλη ἐοῦσα καὶ ὥσπερ σικύη ἐπικειμένη ἕλκει τὸ φλέγμα, ἅτε γλίσχρον ἐόν· ἕπεται δὲ τοῦτο τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἐς τὴν κεφαλήν· τὸ μὲν νέον φλέγμα τὸ γεννώμενον ἐκ τοῦ βρώματος μένει ἐν τῇ κεφαλῇ, τὸ δὲ παλαιὸν, ὁκόσῳ πλεῖον τὸ νέον, ὑπ’ ἐκείνου βιώμενον ἐξέρχεται, καὶ διὰ τοῦτο ἐπήν τις φάγῃ ἢ πίῃ ὅ τι φλεγματῶδες, ἀποχρέμπτεται ὁ ἄνθρωπος φλέγμα. Ἔχει δὲ καὶ τόδε οὕτως, ἢν, φαγόντος τι ἢ πιόντος τοῦ ἀνθρώπου ὅ τι ἐστὶ φλεγματῶδες, μὴ ἐξέλθῃ πάλιν ἐν ὅσῳ πλέον ἐγένετο, μήτε κατὰ τὸ

Work

Title: Hippocrates: De Morbis IV
English: Diseases IV
Original: Περὶ νούσων τὸ τέταρτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 542-614

Publisher: Baillière, Paris

Download

Hipp-Gr_055.xml [117 Kb]