Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis IV (Diseases IV)

Littré 1851

φύσει ἐούσῃ· ὥσπερ ἐν ἀγγείῳ μεγάλῳ εὐρυχωρίη ἐστὶ πολλὴ ἢ ἐν μικρῷ, οὕτω δὲ καὶ ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ σπληνὶ ἔχει· εὐρυχωρίη γὰρ τούτων τῶν χωρίων μάλιστα ἐν αὐτοῖσίν ἐστιν· ἢν δ’ ἐμπλησθῶσιν ἰκμάδος αἱ φλέβες αὐτόθι, ἀπ’ ἐκείνης ἐν αὐτοῖσι νοῦσος γίνεται. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται νῦν.

41. Ἐθέλω δὲ ἀποφῆναι κάλλιον, ὅκως ἑκάστη ταύτης τῆς ἰκμάδος ἐν τῷ σώματι ἐλάσσων γίνεται. Τέσσαρα μὲν δὴ ὑγρὰ ἐόντα ἀπέδειξα τὸν ἄνθρωπον σινεόμενα, τέσσαρας δέ σφι πηγάς· τέσσαρα δέ σφι λέγω εἶναι, οἷσιν ἀποκαθαίρεται ὁ ἄνθρωπος τούτων ἕκαστον· ταῦτα δέ ἐστι τό τε στόμα καὶ αἱ ῥῖνες καὶ ὁ ἀρχὸς καὶ ἡ οὐρήθρη. Καὶ ἐπήν τις πλείων γένηται τῆς ἰκμάδος τῆς πονεούσης, ἢν ἀποκαθαίρηται ὁ ἄνθρωπος ταύτῃ, οὐδεμία μιν νοῦσος πιέζει ἀπὸ ταύτης· καὶ ἢν ἡ κοιλίη μὴ πλήρης ᾖ, τηκομένου τοῦ σώματος, ἀπὸ τῆς ἰκμάδος καταῤῥέει ἐς αὐτὴν, καὶ ἔξω ἔρχεται κατά τι τῶν χωρίων τούτων, καὶ διὰ ταῦτα τὸ ὑγρὸν ἔλασσον γίνεται ἐν τῷ σώματι. Τὸ γὰρ σῶμα, ὥσπερ μοι καὶ πρότερον εἴρηται, τῇ κοιλίῃ ἐπιδιδοῖ, ἐπὴν κενεὴ ἔῃ, καὶ ἐπαυρίσκεται, ἐπὴν πλήρης ἔῃ, ἀπ’ αὐτῆς. Ταῦτα δέ μοι εἴρηται ὅκως τε καὶ διότι ἐλάσσονα γίνεται τὰ πονέοντα τὸν ἄνθρωπον.

42. Ὅκως δὲ καὶ διὰ τί ὁ ἄνθρωπος ὑγιαίνει, ἐρέω. Ἐπὴν φάγῃ καὶ πίῃ καὶ ἀφίκηται ἡ ἱκμὰς ἐς τὸ σῶμα, τρόπῳ ὥσπερ εἴρηται μιγεῖσα καὶ τῇ ἄλλῃ τῇ ἐν τῷ σώματι καὶ τῇ ἐν τῇ πηγῇ ἐούσῃ, τῇ μὲν ἡμέρῃ ᾗ προσγένηται μένει ἐν τῷ σώματι, τῇ δὲ ὑστεραίῃ ἄλλη οἱ ἰκμὰς προσγίνεται. Αὗται δύο μὲν ἡμέραι εἰσί· δύο δὲ ἰκμάδες ἐν τῷ σώματι· τῇ μὲν ἑτέρῃ τῶν ἰκμάδων δύο ἡμέραι εἰσὶ, τῇ δὲ ἑτέρῃ μία. Ἡ μὲν δὴ ὑστέρη μένει ἐν τῷ σώματι ἅτε παχεῖα ἐοῦσα, ἡ δὲ ἑτέρη πεφθεῖσα ὑπὸ τῆς θέρμης διακέχυται, καὶ λεπτὴ

Work

Title: Hippocrates: De Morbis IV
English: Diseases IV
Original: Περὶ νούσων τὸ τέταρτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 542-614

Publisher: Baillière, Paris

Download

Hipp-Gr_055.xml [117 Kb]