Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon II (Prorrhetic II)

Littré 1861

ΠΡΟΡΡΗΤΙΚΟΝ. ΒΙΒΛΙΟΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

1. Τῶν ἰητρῶν προῤῥήσιες ἀπαγγέλλονται συχναί τε καὶ καλαὶ καὶ θαυμασταὶ, οἵας ἐγὼ μὲν οὔτ’ αὐτὸς προεῖπον οὔτ’ ἄλλου του ἤκουσα προλέγοντος. Εἰσὶ δ’ αὐτῶν αἱ μὲν τοιαίδε· ἄνθρωπον δοκέειν ὀλέθριον εἶναι καὶ τῷ ἰητρῷ τῷ μελεδαίνοντι αὐτέου καὶ τοῖσιν ἄλλοισιν, ἐπεισιόντα δὲ ἰητρὸν ἕτερον εἰπεῖν ὅτι ὁ μὲν ἄνθρωπος οὐκ ἀπολεῖται, ὀφθαλμῶν δὲ τυφλὸς ἔσται· καὶ παρ’ ἕτερον δοκέοντα παγκάκως ἔχειν εἰσελθόντα προειπεῖν τὸν μὲν ἄνθρωπον ἀναστήσεσθαι, χεῖρα δὲ χωλὴν ἕξειν καὶ ἄλλῳ τῳ δοκέοντι οὐ περιέσεσθαι εἰπεῖν αὐτὸν μὲν ὑγιέα ἔσεσθαι, τῶν δὲ ποδῶν τοὺς δακτύλους μελανθέντας ἀποσαπήσεσθαι· καὶ τἄλλα τοιουτότροπα προῤῥήματα λέγεται ἐν τοιουτέῳ τῷ εἴδει. Ἕτερος δὲ τρόπος προῤῥήσιος, ὠνεομένοισί τε καὶ διαπρησσομένοισι προειπεῖν τοῖσι μὲν θανάτους, τοῖσι δὲ μανίας, τοῖσι δὲ ἄλλας νούσους, ἐπὶ πᾶσι τούτοισί τε καὶ τοῖσι προτέροισι χρόνοισι προφητίζειν καὶ πάντα ἀληθεύειν. Ἄλλο τε δὲ σχῆμα προῤῥήσεων τόδε λέγεται· τοὺς ἀθλητὰς γινώσκειν καὶ τοὺς τῶν νούσων εἵνεκα γυμναζομένους τε καὶ ταλαιπωρέοντας, ἤν τι τοῦ σιτίου ἀπολίπωσιν, ἢ ἑτεροῖόν τι φάγωσιν, ἢ ποτῷ πλέονι χρήσωνται, ἢ τοῦ περιπάτου ἀπολίπωσιν, ἢ ἀφροδισίων τι πρήξωσι· τούτων πάντων οὐδὲν λανθάνει, οὐδ’ εἰ σμικρόν τι εἴη ἀπειθήσας ὥνθρωπος.

Work

Title: Hippocrates: Prorrheticon II
English: Prorrhetic II
Original: Προρρητικὸν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 6-74

Publisher: Baillière, Paris

Download

Hipp-Gr_056.xml [100 Kb]