
De Corde (Heart)
Littré 1861
ἔξωθεν προσεῤῥαμμένη. Ἡ δὲ ἑτέρη κέεται ὑπένερθεν μὲν μάλιστα, καὶ κατ’ ἰθυωρίην μάλιστα μὲν μαζῷ ἀριστερῷ, ὅπη καὶ διασημαίνει τὸ ἅλμα.
5. Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ. Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ.
6. Ἄμφω γε μὴν δασεῖαι τὰ ἔνδον καὶ ὥσπερ ὑποδιαβεβρωμέναι, καὶ μᾶλλον τῆς δεξιῆς ἡ λαιή· τὸ γὰρ ἔμφυτον πῦρ οὐκ ἐν τῇ δεξιῇ, ὥστε οὐ θαῦμα τρηχυτέρην γενέσθαι τὴν λαιὴν ἐσπνέουσαν ἀκρήτου· ταύτῃ καὶ παχετὸν ἐνδεδόμηται φυλακῆς εἵνεκα τῆς ἰσχύος τοῦ θερμοῦ.
7. Στόματα δ’ αὐτέῃσιν οὐκ ἀνεώγασιν, εἰ μή τις ἀποκείρει τῶν οὐάτων τὴν κορυφὴν καὶ τῆς καρδίης τὴν κεφαλήν· ἢν δ’ ἀποκείρῃ, φανήσεται καὶ δισσὰ στόματα ἐπὶ δυσὶ γαστέροιν· ἡ γὰρ παχείη φλὲψ ἐκ μιῆς ἀναθέουσα, πλανᾷ τὴν ὄψιν, ἢν ἀνατμηθῇ. Αὗται πηγαὶ φύσιος ἀνθρώπου, καὶ οἱ ποταμοὶ ἐνταῦθα ἀνὰ τὸ σῶμα, τοῖσιν ἄρδεται τὸ σκῆνος, οὗτοι δὲ καὶ τὴν ζωὴν φέρουσι τῷ ἀνθρώπῳ, κἢν αὐανθέωσιν, ἀπέθανεν ὥνθρωπος.
8. Ἀγχοῦ δὲ τῆς ἐκφύσιος τῶν φλεβῶν σώματα τῇσι κοιλίῃσιν ἀμφιβεβήκασι, μαλθακὰ, σηραγγώδεα, ἃ κληΐσκεται μὲν οὔατα, τρήματα δὲ οὐκ ἔστιν οὐάτων· ταῦτα γὰρ οὐκ ἐνακούουσιν ἰαχῆς· ἔστι δὲ ὄργανα τοῖσιν ἡ φύσις ἁρπάζει τὸν ἠέρα. Καίτοι δοκέω τὸ ποίημα
Work
Title: De Corde
English: Heart
Original: Περὶ καρδίης
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 80-92
Publisher: Baillière, Paris
Download
Hipp-Gr_057.xml [14.8 Kb]