Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Visu (Sight)

Littré 1861

ὠφελείης ποιέων οὐθὲν, ἕως ἂν αὔξηται τὸ σῶμα ἔτι. Ὅταν δὲ μηκέτι αὐξάνηται, αὐτέῳ τῷ ὀφθαλμῷ σκεψάμενος τὰ βλέφαρα λεπτύνειν, ξύων, ἢν δοκέῃ προσδέεσθαι, καὶ ἐπικαίων ἔνδοθεν μὴ διαφανέσιν.

3. .... Ἔπειτα ἀναδήσας, τὰ σκέλεα ἐκτείνας, δίφρον ὑποθεὶς ἀφ’ οὗ στηρίζηται τῇσι χερσί· μέσον δέ τις ἐχέτω. Ἔπειτα διασημήνασθαι τὰς νωτιαίας φλέβας, σκοπεῖν δὲ ὄπισθεν. Ἔπειτα καίειν παχέσι σιδηρίοισι καὶ ἡσυχίῃ διαθερμαίνειν, ὅκως ἂν μὴ ῥαγῇ αἷμα καίοντι· προαφιέναι δὲ τοῦ αἵματος, ἢν δοκέῃ καιρὸς εἶναι. Καίειν δὲ πρὸς τὸ ὀστέον ὄπισθεν. Ἔπειτα ἐνθεὶς σπόγγον ἠλαιωμένον ἐγκατακαίειν, πλὴν τοῦ πάνυ πρὸς αὐτῷ τῷ ὀστέῳ· ἢν δὲ προσδέχηται τῷ καυστηρίῳ τὸ σπόγγιον, ἕτερον λιπαρώτερον ἐνθεὶς ἐγκατακαίειν. Ἔπειτα τοῦ ἄρου ἐν μέλιτι δεύων, ἐντιθέναι τῇσιν ἐσχάρῃσιν. Ὅταν δὲ φλέβα παρακαύσῃς ἢ διακαύσῃς, ἐπειδὰν ἐκπέσῃ ἐσχάρη, ὁμοίως τέταται ἡ φλὲψ καὶ πεφύσηται καὶ

Work

Title: Hippocrates: De Visu
English: Sight
Original: Περὶ ὄψις

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 152-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_059.xml [12.0 Kb]