Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Ossium (Nature of Bones)

Littré 1861

τῶν καθειμένων πλεκτανέων ἐς ταὐτὸ ξυνάγει· ἐντεῦθεν δὲ καὶ ἐς τοὺς νεφροὺς ἀπεῤῥίζωται παρὰ τὴν νόθον πλευρὴν λεπτῇσι καὶ ἰνώδεσι φλεψὶ, καὶ τὸ ἐντεῦθεν συντείνουσα ξυμπεπύκνωται, ἔπειτα καὶ νενεύρωται πρὸς τὸν ἀρχὸν, πιέσασά τε τοὺς ξυναγωγέας ἐμπέφυκεν αὐτῷ· τήν τε κύστιν καὶ τοὺς ὄρχιὰς καὶ τοὺς παραστάτας ἐῤῥίζωκε πολυπλόκοισι λεπτῇσι τε καὶ στερεῇσι καὶ ἰνώδεσι φλεψίν.

15. Ἐντεῦθεν αὐτῆς τὸ παχύτατον καὶ ἰθύτατον ἀνάπαλιν τραπὲν, προσκεκαύληκεν ὅπερ ἐστὶν αἰδοῖον· ἐν δὲ τῇ ἀνακάμψει ἐνῆρται ἐς τὰ αὐτὰ ταῦτα, καὶ διὰ τοῦ κτενὸς ἄνω ὑπὸ τὸ δέρμα τῆς γαστρὸς ἐκ τῆς φλεβὸς αὐτέης ὡρμήκασι πρὸς τὰς κάτω φερούσας, αἳ ἐς ἀλλήλας ἐποχετεύονται· διαπεφύκασι δὲ καὶ διὰ τοῦ αἰδοίου φλέβες παχεῖαι καὶ λεπταὶ καὶ πυκναὶ καὶ καμπύλαι. Τῇσι δὲ θηλείῃσιν αὐτὴ ξυντείνει ἐς τὰς μήτρας, ἐς τὴν κύστιν καὶ ἐς τὴν οὐρήθρην· ἐντεῦθεν δὲ ἰθυπόρηκε, καὶ τῇσι γυναιξὶ μὲν περὶ τὰς μήτρας ἤρτηται, τοῖσι δὲ ἄῤῥεσι περὶ τοὺς ὄρχιας ἐσπείρωται. Διὰ ταύτην τὴν φύσιν αὐτὴ ἡ φλὲψ καὶ τὰ γόνιμα πλεῖστα ξυλλαμβάνει· ἀπὸ γὰρ τῶν πλείστων καὶ εἰλικρινεστάτων μερῶν τρεφομένη, ὀλίγαιμός τε οὖσα καὶ κοίλη καὶ νευρόπαχυς καὶ πνευματώδης, ἐντεινομένη τε ὑπὸ τοῦ αἰδοίου, τὰ καθειμένα ἐς τὴν ἄκανθαν φλέβια βιάζεται, τὰ δὲ βιαζόμενα

Work

Title: Hippocrates: De Natura Ossium
English: Nature of Bones
Original: Περὶ ὀστέων φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 168-196

Publisher: Baillière, Paris

Download

Hipp-Gr_060.xml [43 Kb]