Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Ossium (Nature of Bones)

Littré 1861

χολή ἐστι, καὶ πολύῤῥιζος καὶ διὰ τοῦ ἥπατος πεπλεκτανωμένη· τὸ δὲ διὰ τῶν ἐντὸς αὐτοῦ ὠχέτευται. Δύο δὲ ἐκπεπλώκασι φλέβες μεταξὺ δύο λοβῶν τῶν πλατέων· καὶ μία μὲν διὰ τῶν κορυφῶν καὶ τοῦ δέρματος διασχοῦσα ἐκ τοῦ ὀμφαλοῦ ἀνῆκται· ἡ δὲ ἑτέρη πιέσασα ἐς τὴν ἄκανθαν καὶ ἐς τὸν νεφρὸν ἠγκυροβόληται ἐς τὴν κύστιν τε καὶ τὸ αἰδοῖον. Ἐκ δὲ τοῦ ἰσχίου ἀρχομένη ἀνιέναι ἐπὶ τὸ ἦτρον, πολλὰς ἀπεπλάνησε φλέβας· καὶ τάς τε πλευρὰς καὶ τοὺς σφονδύλους ἐνεκρίκωσε πρὸς τὴν ἄκανθαν, καὶ ταύτας παραφυάδας ἐνεφλεβοτόμησε, καὶ τὰ ἔντερα καὶ τὴν νηδὺν ἐνειλίξατο. Καὶ αἱ μὲν ἀπὸ τοῦ ἤτρου ἔς τε τοὺς μαζοὺς καὶ ὑπὲρ ἀνθερεῶνα καὶ τὰς ἀκρωμίας ἐπορεξάμεναι κατεπλάκησαν· ἡ δ’ ἀφιγμένη παρὰ τὸ παχὺ τοῦ ἥπατος καὶ ἀποσυριγγώσασα τὴν χολὴν ἄνω ὑπὸ τὴν ἄκανθαν νέμεται διὰ τῶν φρενῶν ὁδὸν ποιησαμένη. Ἡ δὲ ἐκ τῶν ἀριστερῶν φλὲψ τὰ μὲν ἄλλα τὴν αὐτὴν φύσιν ἐῤῥίζωται τῇ ἐν τοῖσι δεξιοῖσιν, ἐκ τῶν ἀριστερῶν ἐς τὸ ἧπαρ ἀνιοῦσα οὐκ ἐκβάλλει, ἀλλ’ ἐς τὸν σπλῆνα ἐμπέφυκε κατὰ τὴν κεφαλὴν τὴν ἐν τῷ πάχει αὐτέου· ἐντεῦθεν δὲ κατεδύσατο ἐς τὸ ἐντὸς, καὶ ἠραχνίωκε τοῦ σπληνὸς ἐναίμοισι φλεβίοισιν· ὁ δὲ ὅλος ἐκ τοῦ ἐπιπλόου αἰωρεῖται τοῖσιν ἐξ ἑωυτέου φλεβίοισιν ἐναιματώσας αὐτό. Αἱ δὲ ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς πρὸς τὴν ἄκανθαν ἐγχρίπτουσαι διὰ τῶν φρενῶν διωρμήκασιν.

19. Ἐντεῦθεν δὲ κάτω καὶ ἡ δεξιὴ καὶ ἡ ἀριστερὴ ὑπὸ τὸν πνεύμονα ἐλήλαται· αἱ δὲ ἐναίμονες ἐοῦσαι ὑπ’ αὐτὸν ἐξοχετεύονται ἐς

Work

Title: Hippocrates: De Natura Ossium
English: Nature of Bones
Original: Περὶ ὀστέων φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 168-196

Publisher: Baillière, Paris

Download

Hipp-Gr_060.xml [43 Kb]