Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Ossium (Nature of Bones)

Littré 1861

αὐτόν. Ὀλίγαιμοι δὲ καὶ λεπταὶ αἱ ἀπὸ τοῦ πνεύμονος ἔσωθεν γενόμεναι τῇ φύσει ἀραιοῦ ἐόντος, ἐς τὴν καρδίην, ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι, ἐγκεχαλίνωνται περὶ τὰ ὦτα αὐτέης, καὶ ἐς τὰ κοῖλα τὰ ἐντὸς διεῤῥυήκασιν. Ἐμβάλλουσι δὲ καὶ αἱ πρότεραι καὶ αὗται ἐς αὐτήν· ἐν γὰρ στενοχωρίῃ τῆς διόδου ἐνίδρυται ὡς ἐκ παντὸς τοῦ σώματος τὰς ἡνίας ἔχουσα· διὸ καὶ παντὸς τοῦ σώματος περὶ τὸν θώρηκα μάλιστά ἐστιν ἡ αἴσθησις. Καὶ τῶν χρωμάτων αἱ μεταβολαὶ γίνονται, ταύτης ἀποσφιγγούσης τὰς φλέβας καὶ χαλώσης· χαλώσης μὲν οὖν, ἐρυθρὰ τὰ χρώματα γίνεται καὶ εὔχροα καὶ διαφανέα· συναγούσης δὲ, χλωρὰ καὶ πελιδνά· τὰ τοιαῦτα δὲ παραλλάσσει ἐκ τῶν παρεόντων ἑκάστῳ χρωμάτων.

Work

Title: Hippocrates: De Natura Ossium
English: Nature of Bones
Original: Περὶ ὀστέων φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 168-196

Publisher: Baillière, Paris

Download

Hipp-Gr_060.xml [43 Kb]