Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Medico (The Physician)

Littré 1861

μέρη γάρ τινά ἐστι τοῦ σώματος, ἃ ἐν τάχει μὲν ἔχει τὴν ῥύμην τοῦ αἵματος, καὶ κατασχεῖν ἐστιν οὐ ῥηΐδιον· ταῦτα δέ ἐστιν οἵ τε κίρσοι καί τινες ἄλλαι φλέβες· τὰς μὲν τομὰς χρὴ εἶναι τῶν τοιουτέων στενάς· οὐ γὰρ οἷόν τε τὴν ῥύσιν γενέσθαι κατακορῆ· ξυμφέρει δέ ποτε ἀπὸ τῶν τοιουτέων αἵματος ἀφαίρεσιν ποιέεσθαι. Πρὸς δὲ τοὺς ἀκινδύνους τόπους καὶ περὶ οὓς μὴ λεπτόν ἐστι τὸ αἷμα, πλατυτέροις χρῆσθαι τοῖς μαχαιρίοισι· τὸ γὰρ αἷμα πορεύοιτ’ ἂν, ἄλλως δὲ οὐδαμῶς· πάνυ δ’ ἔστιν αἰσχρὸν μὴ ξυμβαίνειν ἀπὸ τῆς χειρουργίης ὅ τι θέλει.

7. Δύο δὲ τρόπους φαμὲν χρησίμους εἶναι σικυῶν· ὅτε μὲν γὰρ ῥεῦμα ξυνεστηκὸς πόῤῥω τῆς ἐπιφαινομένης σαρκός [ἐστι], τὸν μὲν κύκλον αὐτῆς εἶναι δεῖ βραχὺν, αὐτὴν δὲ γαστρώδη, μὴ προμήκη τὸ πρὸς τὴν χεῖρα μέρος, μὴ βαρεῖαν· τοιαύτην γὰρ οὖσαν ἕλκειν ἐς ἰθὺ ξυμβαίνει, καὶ τοὺς ἀφεστῶτας ἰχῶρας καλῶς ἀνεσπάσθαι πρὸς τὴν σάρκα· τοῦ δὲ πόνου [διὰ] πλείονος κατεσκεδασμένου τῆς σαρκὸς, τὰ μὲν ἄλλα παραπλησίην, τὸν δὲ κύκλον μέγαν· οὕτω γὰρ ἐκ πλείστων μερῶν εὑρήσεις ἄγουσαν ἐς ὃν δεῖ τὸ λυποῦν τόπον· οὐ γὰρ οἷόν τε μέγαν εἶναι τὸν κύκλον, μὴ συναγομένης τῆς σαρκὸς ἐκ πλείονος τόπου. Βαρεῖα δ’ οὖσα ῥέπει καὶ ἐς τοὺς ἄνω τόπους· κάτω δὲ μᾶλλον τὴν ἀφαίρεσιν [ποιέειν δεῖ], καὶ πολλάκις ὑπολείπεσθαι τὰς νούσους [ξυμβαίνει]. Τοῖσι μὲν οὖν ἐφεστῶσι ῥεύμασι καὶ μακρὰν

Work

Title: Hippocrates: De Medico
English: The Physician
Original: Περὶ ἰητροῦ

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 204-220

Publisher: Baillière, Paris

Download

Hipp-Gr_061.xml [22 Kb]