Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Medico (The Physician)

Littré 1861

διελεύσεται, καὶ τὸ πληρεύμενον, ἢ κοῖλον γενόμενον, ἢ τὴν εἰς πλάτος πορείαν ποιούμενον, προσηκόντως περὶ τουτέων ἐν ἄλλοις εἴρηται.

12. Περὶ δὲ καταπλασμάτων ὧδε· τῶν ἐπιτιθεμένων ὀθονίων ὅκου ἂν ἡ χρῆσις κατὰ τοῦ νοσεύματος ἀκριβὴς εἶναι δοκέῃ, [καὶ] τῷ ἕλκει ἁρμόζου τὸ ἐπιτιθέμενον ὀθόνιον, τῷ δὲ καταπλάσματι πρὸς τὸν κύκλῳ τόπον τοῦ ἕλκεος χρῶ· χρῆσις γὰρ αὕτη καταπλάσματός ἐστιν ἔντεχνός τε καὶ πλεῖστα ὠφελεῖν δυναμένη· ἐδόκει γὰρ τῷ μὲν ἕλκει βοηθεῖν ἡ τῶν περιτιθεμένων δύναμις, τὸ δ’ ὀθόνιον φυλάσσειν· τὰ δ’ ἔξω μὲν τοῦ ἕλκεος τὸ κατάπλασμα ὠφελέει. Τὴν μὲν οὖν χρῆσιν αὐτέων εἶναι δεῖ τοιαύτην.

13. Περὶ δὲ καιρῶν, ὁκότε τούτοις ἑκάστοις χρηστέον ἐστὶ, καὶ τὰς δυνάμιας ὡς χρὴ τῶν γεγραμμένων καταμανθάνειν, παραλέλειπται δὲ τὰ τοιαῦτα, ἐπεὶ πλεῖον προῆκται τῆς κατ’ ἰητρικὴν ἐπιμελείας καὶ πόῤῥω τοῦ τῆς τέχνης ἤδη προεληλυθότος ἐστίν.

14. Ἐχόμενον δὲ τούτων ἐστὶ καὶ κατὰ στρατιὴν γινομένων τρωμάτων χειρουργίη περὶ τὴν ἐξαίρεσιν τῶν βελέων. Ἐν τῇσι κατὰ πτόλιν διατριβῇσι βραχεῖά τίς ἐστι τουτέων ἡ χρῆσις· ὀλιγάκις γὰρ ἐν παντὶ τῷ χρόνῳ γίνονται πολιτικαὶ στρατιαὶ καὶ πολεμικαί·

Work

Title: Hippocrates: De Medico
English: The Physician
Original: Περὶ ἰητροῦ

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 204-220

Publisher: Baillière, Paris

Download

Hipp-Gr_061.xml [22 Kb]