Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diebus Criticis (Critical Days)

Littré 1861

νούσου ἀνάγκη μελαίνεσθαι, ἐὰν ἰσχύῃ ἡ νοῦσος· ταῦτα οὖν καθαρὰ γινόμενα τελείην ὑγείην δηλοῖ· ἀτρέμα μὲν βραδύτερον, σφόδρα δὲ γινόμενον, θᾶσσον.

3. Τὰ δὲ ὀξέα τῶν νοσημάτων γίνεται ἀπὸ χολῆς ὁκόταν ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ, καὶ ἐς τὴν κεφαλὴν καταστῇ. Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρῇ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει. Ταῦτα μὲν οὖν κατ’ ἀρχὰς τοῦ νοσήματος αὐτέῳ γίνεται διαλιμπάνοντα, τοτὲ μὲν σφόδρα, τοτὲ δὲ ἧσσον· ὁκόσῳ δὲ ἂν ὁ χρόνος τῆς νούσου προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγεῖ, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ’ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, οὐ γὰρ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου. Καὶ τὰς κροκίδας ἀφαιρέει ἀπὸ τῶν ἱματίων, ἤν περ ἴδῃ, δοκέων φθεῖρας εἶναι. Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυχθῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία, καὶ ὁπλίτας μαχομένους, καὶ αὐτὸς αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων, καὶ ἐξέρχεται, καὶ ἀπειλεῖ, ἢν μή τις αὐτὸν ἐῴη διεξιέναι, καὶ ἢν ἀναστῇ, οὐ δύναται αἴρειν τὰ σκέλεα, ἀλλὰ πίπτει. Οἱ πόδες δὲ γίνονται αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ ἐνύπνια ὁρῇ φοβερά. Τοῦτο δὲ γινώσκομεν ὅτι ἀπὸ ἐνυπνίων ἀναΐσσει καὶ φοβέεται, ὅταν ἔννοος γένηται· ἀφηγεῖται γὰρ τὰ ἐνύπνια τοιαῦτα ὁκοῖα καὶ τῷ σώματι ἐποίεέ τε καὶ τῇ γλώσσῃ ἔλεγεν. Ταῦτα μὲν οὖν ὧδε πάσχει. Ἔστι δ’ ὅτε καὶ ἄφωνος γίνεται ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα, ἀναπνέων πουλὺ ἀθρόον πνεῦμα. Ὅταν δὲ παύσηται παραφρονέων, εὐθὺς ἔννοος γίνεται, καὶ ἢν ἐρωτᾷ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτα πάλιν ὀλίγῳ ὕστερον

Work

Title: Hippocrates: De Diebus Criticis
English: Critical Days
Original: Περὶ κρισίμων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 298-306

Publisher: Baillière, Paris

Download

Hipp-Gr_065.xml [17.7 Kb]