Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epistulae, Decretum, Orationes (Letters, Decree, Speeches)

Littré 1861

ἴσαις καὶ δώροις ἐφ’ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων; δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων· ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ· καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύσιν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν· εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν. Πρυτανείῳ διὰ βίου.

26. Ἐπιβώμιος.

Ὦ πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν· καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ’ Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν. Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι. Γινώσκεσθε, ὦ πλῆθος· καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων

Work

Title: Hippocrates: Epistulae, Decretum, Orationes
English: Letters, Decree, Speeches
Original: Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικὸς Θεσσαλοῦ

Domains: Medicine, Ethics

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 312-428

Publisher: Baillière, Paris

Download

Hipp-Gr_066.xml [160 Kb]