Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epistulae, Decretum, Orationes (Letters, Decree, Speeches)

Littré 1861

καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες. Ἀνθ’ ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν. Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες· μακαριστοὶ δ’ ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν· τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς· οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν· ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ’ ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων· οὕτω γάρ που ἔθος γίνεσθαι· καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον. Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου. Οἱ δ’ Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν. Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο· φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι· τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο

Work

Title: Hippocrates: Epistulae, Decretum, Orationes
English: Letters, Decree, Speeches
Original: Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικὸς Θεσσαλοῦ

Domains: Medicine, Ethics

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 312-428

Publisher: Baillière, Paris

Download

Hipp-Gr_066.xml [160 Kb]