Digital Corpus for Graeco-Arabic Studies

Galen: De Parvae Pilae Exercitio (Exercise with the Small Ball)

Marquardt 1879

πάντα δυνατὸν ὠφελεῖν καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου πάντα γυμνάζει, ὃ καὶ μάλιστα εἰς ὑγίειαν συμφέρει καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’ ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανόν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον. οὕτω μὲν οὖν, ὅσον ὲν αὐτῷ σφοδρότατον, οὐδενὸς τῶν πάντων κατ’ οὐδὲν ἀπολείπεται. τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις· ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα διά θ’ ἡλικίαν ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους ἢ μηκέτι δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσου ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός· οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ δὲ μέσως μὲν ἔχοντα μηδὲ συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνειν, τὰ δὲ κατὰ χώραν μένειν, μὴ πολλὰ διαγυμνασάμενον, ἐπὶ τῷδε τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς θερμοῖς χρῆσθαι. τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύσασθαι δεομένῳ συμφορώτατον εἶναι καὶ ἄρρωστον δύναμιν ἀναλαβεῖν δυνατώτατον καὶ γέροντι καὶ παιδὶ συμφορώτατον. ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’ ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας ἐνεργεῖται. χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ’ ὀρθῶς βούλεται διὰ παντὸς αὐτὰ μεταχειρίζεσθαι. καὶ γὰρ εἴ ποτε δι’ ἀναγκαῖον ἔργον, οἷον τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν ἢ τοῖς κάτω πᾶσιν, ἢ χερσὶ μόναις ἢ ποσίν, ἔνεστί σοι διὰ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι τὰ πρότερον κεκμηκότα, τὰ δ’ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βαλεῖν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ παντάπασιν ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ σφοδρότερον. τὸ δ’ ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις προσχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ. καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δ’ εὔτονον, τὸ ἐν ταῖς ἀντιλήψεσι καὶ βολαῖς καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν. εἰ δ’ εὔτονόν θ’ ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον.

Work

Title: Galen: De Parvae Pilae Exercitio
English: Exercise with the Small Ball
Original: Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Marquardt, Johann

Title: De parvae pilae exercitio ad cod. Laurentiani Parisini Marciani auctoritatem

Published: 1879

Pages: 3-8

Publisher: Domschule Güstrow, Güstrow

Download