Digital Corpus for Graeco-Arabic Studies

Galen: De Parvae Pilae Exercitio (Exercise with the Small Ball)

Marquardt 1879

ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἶόν τε — τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄρρητον· — ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ἀφηγεῖσθαι.

Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφ’ οἷς εἷπον ἀγαθοῖς προσεῖναι τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἶς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ μεγάλαι θ’ ἅμα καὶ σφοδραὶ καθ’ ἕνα χρόνον ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτιαι γεγένηνται, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ οὓς πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα πολλοὺς ἔβλαψε καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν; ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον· ὡς γὰρ ἐκεῖνός φησιν ὁ ποιητὴς

χωλαί τε ῥυσαί τε παραβλῶπες τ’ ὀφθαλμώ,

οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους ἢ πάντως γέ τι μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἷπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.

Work

Title: Galen: De Parvae Pilae Exercitio
English: Exercise with the Small Ball
Original: Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Marquardt, Johann

Title: De parvae pilae exercitio ad cod. Laurentiani Parisini Marciani auctoritatem

Published: 1879

Pages: 3-8

Publisher: Domschule Güstrow, Güstrow

Download