Digital Corpus for Graeco-Arabic Studies

Galen: De Experientia Medica (On Medical Experience)

Schöne 1901

μόνον, ὅπερ ἐναργῶς ἔχομεν ὁμολογούμενον. σὺ δὲ ὁ τὰς αἰτίας πολυπραγμονῶν δίκαιος εἶ καὶ τὸ πῶς ἐκδιδάσκειν. ἀλλ’ ἔοικας ἔμπαλιν τοῦ δέοντος ἰέναι καὶ ὅμοιόν τι ποιεῖν τοῖς ἐπεὶ μὴ γινώσκουσιν, ὅπερ ὁρῶσιν, μηδ’ ὁρᾶν ὁμολογοῦσιν ἢ ἐπειδὴ τίνα τρόπον γίνεται τὰ γινόμενα καὶ φθείρεται τὰ φθειρόμενα καὶ τὰ κινούμενα [μὴ] κινεῖται μὴ γινώσκουσιν, οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν ἀπολείπουσιν. ἀλλ’ ὅτι ἡ μεγίστη παντὸς λόγου διαβολὴ ἡ πρὸς τὸ ἐναργές ἐστι μάχη, τίς οὐκ οἶδεν; ὃς γὰρ οὐδ’ ἄρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρ’ ἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόμενος; τοῦτο καὶ Δημόκριτος εἰδὼς ὁπότε τὰ φαινόμενα διέβαλε “νόμῳ χροιή, νόμῳ γλυκύ, νόμῳ πικρόν”, εἰπὼν “ἐτεῆ δ’ ἄτομα καὶ κενόν”. ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως· “τάλαινα φρήν, παρ’ ἡμέων λαβοῦσα τὰς πίστεις ἡμέας καταβάλλεις; πτῶμά τοι τὸ κατάβλημα”. δέον οὖν καταγνῶναι τοῦ λόγου τῆς ἀπιστίας, ὃς οὕτως ἐστὶν μοχθηρός, ὥσθ’ ὁ πιθανώτατος αὐτοῦ μάχεται τοῖς φαινομένοις, ἀφ’ ὧν ἤρξατο, τὸ ἐναντίον ἐργάζεσθε· τῶν ὡς γίγνεται μὲν οὐκ ἐχόντων λόγον, ὡς ὁ λόγος. δὲ βούλεται μὴ γιγνομένων κατεγνώκατε· ἐμοὶ δ’ αὖ τὸ τοιοῦτο ἔλεγχος εἶναι δοκεῖ μέγιστος

Work

Title: Galen: De Experientia Medica
English: On Medical Experience
Original: Περὶ τῆς ἰατρικῆς ἐμπειρίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Schöne, Hermann

Title: Eine Streitschrift Galen's gegen die empirischen Ärzte
in: Sitzungsberichte der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1901

Volume: 2

Pages: 1258-1263

Download

Galen-Gr_011.xml [14.6 Kb]