De Experientia Medica (On Medical Experience)
Schöne 1901
τοῦ λόγου· “τίς γὰρ ἂν ἔτι νοῦν ἔχων πιστεύσειεν αὐτῷ περὶ τῶν
ἀδήλων, ὃς οὕτως ἐστὶ μοχθηρός, ὥστε τοῖς ἐναργέσιν ἐναντία τίθεσθαι”.
〈.........〉 πολλῶν γὰρ ἔτι δέονται οἱ ἐμπειρικοὶ πρὸς ὃ
βούλονται, κἂν τοῦτ’ αὐτοῖς συγχωρήσωμεν. εἰ γὰρ μὴ ἴσα δείξαιμι
τὰ λειπόμενα τοῖς προειρημένοις ἀτόποις, οὐδὲν οὐδ’ ἐκείνων ὄφελος
εἶναί μοι βούλομαι. σὺ μὲν οὖν εὖ οἶδ’ ὅτι τεθαύμακας οὐ μὰ Δία
ἡμῶν, ἀλλὰ τῆς τῶν ἐμπειρικῶν εὐηθείας, εἰ τοσάδε καὶ ἐπὶ τοσοῖσδε
συγχωρηθέντα λαβόντες οὐδὲν δή τι πλέον ἔχουσιν, ἀλλ’ ἕτερα τῶν
προτέρων αὐτοὺς οὐκ ἐλάττω διαδέχεται σφάλματα. παντελὴς γὰρ
ἄγνοια καὶ ὑπερβάλλουσά τις ἀναίδεια καὶ σχεδὸν ὑπὲρ τὰ βοσκήματα
ἡ ἀναισθησία, εἰ μήτε ἀπὸ τίνος ἄρξονται ἔχοντες μήτ’, εἰ
τοῦτ’ αὐτοῖς τις δοίη, πλειστάκις ὡσαύτως ἰδεῖν τι δυνάμενοι μηδὲ
τοσαύτας μυριάδας τὰς ἐν τοῖς νοσοῦσιν ἑτερότητας ἰδεῖν ἢ μνημονεῦσαι
ἢ ἀπογράψασθαι [δυνατὸν] — ἢ τίς ἂν ἔτι βιβλιοθήκη τὴν
τοσαύτην ἱστορίαν χωρήσειε, τίς δ’ ἂν ψυχὴ τὴν τοσούτων καταδέξαιτο
μνήμην; — ὅμως οὐδ’ οὕτως αὶσθάνονται. ὅτι διαπαίζοντες αὐτοὺς ταῦτα
συγχωροῦμεν, ἀλλ’ ὡς ἐπὶ βεβαίοις ὑπάρχουσιν ἔτι φιλοτιμοῦνται περὶ
τῶν ἑξῆς. ἐγὼ τοίνυν οὐ δι’ ἐκείνους — περιττὸν γὰρ λίθοις διαλέγεσθαι
Work
Title: De Experientia Medica
English: On Medical Experience
Original: Περὶ τῆς ἰατρικῆς ἐμπειρίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Article
Author/Editor: Schöne, Hermann
Title: Eine Streitschrift Galen's gegen die empirischen Ärzte
in: Sitzungsberichte der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse
Published: 1901
Volume: 2
Pages: 1258-1263
Download
Galen-Gr_011.xml [14.6 Kb]