Digital Corpus for Graeco-Arabic Studies

Galen: De Experientia Medica (On Medical Experience)

Schöne 1901

— ἀλλ’ ἕνεκα τοῦ τελειῶσαι τὸν λόγον ἐναργῶς ἐπιδείξω ὅτι, κἂν πλειστάκις ὡσαύτως ὁρᾶσθαί τι συγχωρηθῇ, οὐδὲν ἐκ τούτου θεώρημα τεχνικὸν συστήσονται. καὶ μή τις δόξῃ με τῷ Πλάτωνος χρήσεσθαι λόγῳ, ὡς εἴ τις μὲν τῶν ἐπιτηδεύσεων τὴν φύσιν γιγνώσκει τῆς ὕλης, περὶ ἣν καταγίνεται, αὕτη μὲν τέχνη ἐστίν, εἰ δὲ μή, ‘τριβὴ μέν τις καὶ ἐμπειρία, τέχνη δ’ οὔ’ — ‘ἐγὼ μὲν γάρ’, φησίν, ‘οὐ καλῶ τέχνην ὃ ἂν ᾖ ἄλογον πρᾶγμα’ —, οὐ χρῶμαι δ’ αὐτῷ οὐχ ὅτι οὐκ ἔστιν ἀληθής, μαινοίμην γὰρ ἂν εἰ τοῦτο λέγοιμι, ἀλλ’ ὅτι ἡ ἀναισχυντία τῶν ἐμπειρικῶν καὶ τοῦτο προσίεται, καὶ οὐδὲν αὑτοῖς μέλειν ἐροῦσιν, εἰ τούτου γε ἕνεκα μὴ τέχνην αὐτῶν τὸ ἐπιτήδευμα καλοῖμεν, ἀλλ’ ἄλλο τι. τίνες οὖν εἰσιν οἱ ἐμοὶ λόγοι; πρῶτον μὲν οὖν καὶ παρ’ αὐτῶν ἐκείνων συγκεχώρηται τὰ λήμματα. ἡ γὰρ τῶν πλειστάκις ὡσαύτως ἑωραμένων τήρησις καλεῖται μὲν οἶμαι παρ’ αὐτῶν ἐμπειρία· σύγκειται δ’ ἐκ πολλῶν τῶν καθάπαξ· ἄτεχνον δὲ τὸ καθάπαξ αὐτοί φασιν· εἴη ἂν τὸ πλειστάκις ἐκ πολλῶν ἀτέχνων συγκείμενον. καὶ ὧδ’ ἂν ὁ λόγος ἐρωτηθείη· εἰ τὸ καθάπαξ ἄτεχνον, τὸ δὲ πλειστάκις ἐκ πολλῶν τῶν καθάπαξ σύγκειται, ἄτεχνον τὸ πλειστάκις. ἀλλὰ μὴν τὸ καθάπαξ ἄτεχνον· καὶ τὸ πλειστάκις 〈ἄρα〉. ἀλλ’ ἴσως οὐδ’ ὃ λέγομεν εἰδέναι φήσουσι· φεύγειν γὰρ ὁμολογήσουσι

Work

Title: Galen: De Experientia Medica
English: On Medical Experience
Original: Περὶ τῆς ἰατρικῆς ἐμπειρίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Schöne, Hermann

Title: Eine Streitschrift Galen's gegen die empirischen Ärzte
in: Sitzungsberichte der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1901

Volume: 2

Pages: 1258-1263

Download

Galen-Gr_011.xml [14.6 Kb]