Digital Corpus for Graeco-Arabic Studies

Galen: De Experientia Medica (On Medical Experience)

Schöne 1901

τά τ’ ἄλλα μαθήματα καὶ διαλεκτικήν. εἰ βούλει τοίνυν, τοῦτον μὲν ἡμῖν αὐτοῖς εἰρημένον τὸν λόγον ἐῶμεν, ἐκείνους δ’ ἐρωτήσωμεν ἕτερόν τινα τοιοῦτον· ἆρα γε, ὦ ἐμπειρικοί, τὸ πλειστάκις ὁποσάκις ἐστὶν εἰπεῖν ἔχετε ἡμῖν; βουλόμεθα γὰρ δὴ καὶ αὐτοὶ γνῶναι παραπλησίως ὑμῖν διὰ τηρήσεως. ἵν’ οὖν μὴ ἀμετρίᾳ τοῦ δέοντος ἀφαμαρτάνωμεν ἢ πρὸ τῆς ἱκανῆς αὐτοῦ θέας ἥκειν ἐπὶ τὸ τέλος ἤδη νομίζοντες, ἢ περαιτέρω τοῦ προσήκοντος ἐκτείνεσθαι ἀγνωσίᾳ τοῦ μέτρου. δεόμεθα ὑμῶν καὶ ἡμῖν δεῖξαι τὸ μέτρον, ἵνα καὶ αὐτοί τι μάθωμεν ἐκ τηρήσεως. ὦ μωρέ, φησὶ γελάσας, τὸ ἐν αὐτοῖς ἓν οὐκ ἔστιν ἁπάντων μέτρον, ἀλλὰ καθ’ ἕκαστον ἄλλο. σύ δ’ ὅμοιον ἐπύθου ὡς εἰ καὶ σκυτοτόμον τις ἀξιοῖ διδάξαι αὐτὸν τὸν καλάποδα τίς ποτέ ἐστιν ᾦ πάντας ὑποδεῖ· οὔτε γὰρ ἐκεῖ[νων] τῶν ποδῶν ἓν μέτρον· ἄνισοι γάρ· οὔτ’ ἐνθάδε τῶν πραγμάτων· διάφορα γάρ. ἐγὼ δ’ ἀσμενίζω καὶ δέχομαι τὴν ἀπόκρισιν καὶ ἀγαπῶ πολὺ μᾶλλον ἢ εἰ ἓν ὑπέσχετό μοι πάντων ἐρεῖν. τότε μὲν γὰρ κἂν ὑπώπτευον, εἰ παρὰ πολὺ τῶν πραγμάτων διαφερόντων ἓν αὐτοῖς ἐπάξειν ἐπηγγέλλετο μέτρον. νυνὶ δ’ εἰ καθ’ ἕκαστον ἴδιόν τι δείξειέ μοι, πάνυ τεύξεσθαι τοῦ ἀληθοῦς ἤλπικα. καὶ δὴ οὖν ἀπὸ τῶν ἁπλουστέρων

Work

Title: Galen: De Experientia Medica
English: On Medical Experience
Original: Περὶ τῆς ἰατρικῆς ἐμπειρίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Schöne, Hermann

Title: Eine Streitschrift Galen's gegen die empirischen Ärzte
in: Sitzungsberichte der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1901

Volume: 2

Pages: 1258-1263

Download

Galen-Gr_011.xml [14.6 Kb]