De Anima (On the Soul)
Bekker 1837
ᾖ, πότερον ἀπόδειξίς τίς ἐστιν ἢ διαίρεσις ἢ καί τις ἄλλη
μέθοδος. Ἔτι δὲ πολλὰς ἀπορίας ἔχει καὶ πλάνας, ἐκ
τίνων δεῖ ζητεῖν· ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμῶν
καὶ ἐπιπέδων. Πρῶτον δ’ ἴσως ἀναγκαῖον διελεῖν ἐν
τίνι τῶν γενῶν καὶ τί ἐστι, λέγω δὲ πότερον τόδε τι καὶ
οὐσία ἢ ποιὸν ἢ ποσὸν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν
κατηγοριῶν, ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον
ἐντελέχειά τις· διαφέρει γὰρ οὔ τι σμικρόν. Σκεπτέον
δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής, καὶ πότερον ὁμοειδὴς
ἅπασα ψυχὴ ἢ οὔ· εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσιν
ἢ γένει. Νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες
περὶ ψυχῆς περὶ τῆς ἀνθρωπίνης μόνης ἐοίκασιν ἐπισκοπεῖν.
Εὐλαβητέον δ’ ὅπως μὴ λανθάνῃ πότερον ἑἷς ὁ λόγος
αὐτῆς ἐστί, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον
ἵππου, κυνός, ἀνθρώπου, θεοῦ· τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι
οὐθέν ἐστιν ἢ ὕστερον. Ὁμοίως δὲ κἂν εἴ τι κοινὸν ἄλλο
κατηγοροῖτο. Ἔτι δ’ εἰ μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια,
πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια.
Χαλεπὸν δὲ καὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων,
καὶ πότερον τὰ μόρια χρὴ ζητεῖν πρότερον ἢ τὰ
ἔργα αὐτῶν, οἷον τὸ νοεῖν ἢ τὸν νοῦν καὶ τὸ αἰσθάνεσθαι ἢ
τὸ αἰσθητικόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Εἰ δὲ τὰ
ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν εἰ τὰ ἀντικείμενα
πρότερον τούτων ζητητέον, οἷον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ
καὶ τὸ νοητὸν τοῦ νοητικοῦ. Ἔοικε δ’ οὐ μόνον τὸ
τί ἐστι γνῶναι χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας
τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν τοῖς μαθήμασι
Work
Title: De Anima
English: On the Soul
Original: Περὶ ψυχῆς
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 158-242
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_024.xml [248 Kb]