Digital Corpus for Graeco-Arabic Studies

pseudo-Aristotle: De Spiritu (On Breath)

Bekker 1837

ταί τινες πόροι μείζους. Εἰ δ’ ἄρα κατὰ τοὺς αὐτοὺς λαμβάνει καὶ ἐκπέμπει, τοῦτ’ αὐτὸ παράλογον καὶ ἄτοπον. Ἡ μὲν οὖν ἐκ τῆς τροφῆς αὔξησις καὶ διαμονὴ σχεδὸν ταῦτα.

Ἡ δ’ ἐκ τῆς ἀναπνοῆς, ὥσπερ Ἀριστογένης οἴεται (τροφὴν γὰρ οἴεται καὶ τὸ πνεῦμα πεττόμενον, οὐ τοῦ ἀέρος ἐν τῷ πνεύματι· τοῦτο δ’ εἰς τὰ ἀγγεῖα διαδίδοσθαι, τὸ περίττωμα πάλιν ἐκπέμπεσθαι) πλείους ἔχει τὰς ἀπορίας. Ἥ τε γὰρ πέψις ὑπὸ τίνος; Εἰκὸς μὲν γὰρ ὑπ’ αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων. Αὐτὸ δὲ τοῦτ’ ἄτοπον, εἰ μὴ διαφέρει τοῦ ἔξω ἀέρος· οὕτω δ’ ἡ θερμότης ἂν πέττοι. Καὶ μὴν καὶ παχύτερον αὐτὸν εὔλογον εἶναι μεθ’ ὑγρότητος τῆς ἀπὸ τῶν ἀγγείων ὄντα καὶ τῶν ὅλων ὄγκων, ὥσθ’ ἡ πέψις ἂν εἰς τὸ σωματῶδες εἴη. Τὸ δὲ περίττωμα, εἴπερ γίνεται λεπτότερον, οὐ πιθανόν. Ἄλογος δὲ καὶ ἡ ταχυτὴς τῆς πέψεως. Εὐθὺς γὰρ μετὰ τὴν εἰσπνοὴν ἡ ἐκπνοή. Τί οὖν τὸ οὕτω ταχὺ μεταβάλλον καὶ ἀλλοιοῦν; Ὑπολάβοι γὰρ ἄν τις μάλιστα τὸ θερμόν, καὶ μαρτυρεῖ οὕτως ἡ αἴσθησις· ὁ γὰρ ἐκπνεόμενος θερμός. Ἔτι δ’ εἰ μὲν ἐν τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ τὸ πεττόμενον, ἡ τοῦ θερμοῦ δύναμις ἐν τούτοις· ὅπερ οὔ φασιν, ἀλλ’ ἐν τῇ κινήσει τῇ τοῦ πνεύματος ἐκθερμαίνεσθαι τὴν τροφήν. Εἰ δ’ ἐξ ἑτέρου τινὸς οἷον ἐπισπᾶται ἢ καὶ κινοῦντος δέχεται, τοῦτ’ ἐστὶ θαυμασιώτερον. Ἅμα δὲ καὶ οὐκ αὐτὸ τὸ πρῶτον κινοῦν. Ἔτι δ’ ἡ μὲν ἀναπνοὴ μέχρι τοῦ πνεύμονος, ὥσπερ λέγουσιν αὐτοί, τὸ δὲ πνεῦμα δι’ ὅλου τὸ σύμφυτον. Εἰ δ’ ἀπὸ τούτου διαδίδοται καὶ πρὸς τὰ κάτω καὶ πρὸς τὰ ἄλλα, πῶς ἡ πέψις οὕτω ταχεῖα; Θαυμασιώτερον γὰρ τοῦτο καὶ μεῖζον· οὐ γὰρ διαπέμπει τοῦτό γ’ εὐθὺς πεττόμενον τὸν ἀέρα τοῖς κάτω. Καίτοι τὸ μὲν δόξειεν ἂν ἀναγκαῖον εἶναι τοῦτο τῆς πέψεως

Work

Title: pseudo-Aristotle: De Spiritu
English: On Breath
Original: Περὶ πνεύματος

Domains: Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 355-367

Publisher: Oxford University Press, Oxford

Download