Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἐν τῇ γαστρὶ γεννώμενον ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν ἀλλὰ κἀκ τῶν φλεβῶν αὐτῶν ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καίτοι γε γλισχρότατόν ἐστι φύσει καὶ βιαίως ἄγεται, ἀλλ’ ὅμως οὐδ’ ἡ βία τῆς ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν θαυμαστόν, εἰ καὶ τὸ μηκώνιον, οὕτως ἐναντίον ἡμῶν τῇ φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κἂν θερμὸν ποθῇ, συγκαταψύχει δ’ ἑαυτῷ τὸ σῶμα; τὴν μὲν γὰρ ἐπίκτητον οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ δὲ μηδ’ ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν ἀλλὰ μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς οὔτ’ ἐκθερμαίνεταί που πρὸς ἡμῶν αὐτό τε διατίθησιν ἡμᾶς καθ’ ἑαυτό· ψυχρὸν οὖν ὑπάρχον φύσει ψύχει δήπου καὶ ἡμᾶς· οὔκουν οὐκέτ’ ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ πλέον ἐκθερμήνῃς, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν ἄπορον ἔχειν ἔτι καὶ μαρτυρεῖ τοῖς προειρημένοις. ὡς γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος οὐδὲν ὑπὸ πυρὸς πάσχει, κατακαίεται δ’, εἰ πλείονα χρόνον πλησιάσειεν, οὕτω καὶ μανδραγόρας καὶ κώνειον καὶ μηκώνιον καὶ ψύλλιον ἐπὶ βραχὺ μὲν ὁμιλήσαντα πυρὶ τὴν οἰκείαν ἔτι διαφυλάττει κρᾶσιν, ἐπὶ πλέον δὲ θερμανθέντα διαφθείρεται παραχρῆμα καὶ δρᾶν οὐκέτ’ οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται. Τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]