Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

πιμελὴν οὔτ’ ἀρτηρίαις καὶ φλεψὶν οὔτε καρδίᾳ δυνατόν, ἀλλ’ οὐδ’ ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως τοῖς πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται καὶ διὰ τοῦθ’ ἧττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σάρξ, οὐδὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός τε καὶ τῶν νεφρῶν σὰρξ ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μετὰ ταῦτα λόγῳ διέξειμι καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε σῶμα καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται. δέδεικται δὲ καί, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος ἤτοι θερμότητος ἢ ψυχρότητος ἢ ξηρότητος ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’ ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν, ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. Ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ καὶ δυνάμει καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’ εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο, περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δ’ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται καὶ διὰ τοῦτο ταὐτὸν σῶμα ζῴου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι 

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]