Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

τοσαύτην· ἐν αὐτῷ γενέσθαι ψῦξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι καὶ λιπαρόν, ῥυτὸν ὄν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται. Δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγρότατον μὲν ἡ πιμελή, δεύτερον δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’ αὐτοῦ πλείω· πρῶτον μὲν ἡ κυρίως ὀνομαζομένη σάρξ, ἣν οὐκ ἂν εὕροις καθ’ ἑαυτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’ ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δ’ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός. Ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι πάρεστι τεκμήρασθαι. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων ἐστὶ καὶ ὁ μυελὸς τὴν φύσιν, οὐ μὴν ὁμογενὴς ὁ καθ’ ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’ ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους, οἱ δ’ ἄλλοι σύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]