Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

θερμὸς ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον γενέσθαι τούτῳ τὸ σῶμα. εἰ δ’ αὖ πάλιν αὐξηθείη τὸ θερμόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον ἀπολείπεται τούτῳ τὸ σῶμα πιμελῆς ἢ σαρκός· ὥσπερ εἰ καὶ κρατήσαι ποτὲ τὸ ξηρόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, ἰσχνότερόν θ’ ἅμα καὶ σκληρότερον ἔσται τὸ σῶμα. ταῦτ’ εἴρηταί μοι καὶ ἤδη δῆλον, ὡς οὐ λόγῳ μόνον ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζῴων ὑπάρχουσαι σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν οὐκ ἐν θερμότητι καὶ ψυχρότητι καὶ μαλακότητι καὶ σκληρότητι μόνον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως ὅλου τοῦ σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητά τε καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.

Δασεῖα μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν, ἀλλ’ αὕτη μὲν ἐσχάτως· μετρίως δ’ ἡ θερμὴ μέν, σύμμετρος δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὥσπερ γε καὶ ἡ ξηρὰ μέν, εὔκρατος δέ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν· ἔστι γὰρ καὶ ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κράσεις, εἴτ’ οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος εἴτε μετρίως. ἀλλ’ ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσις [ἐστίν], ἔλαττον δὲ ταύτης ἡ ψυχρά θ’ ἅμα καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, ἔτι δ’ ἔλαττον ἡ ψυχρὰ θ’ ἅμα καὶ ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν ἐστι καὶ φῦναι καὶ τραφῆναι καὶ αὐξηθῆναι, κατὰ τὸν αὐτὸν λόγον κἀν τῷ δέρματι ταῖς θριξίν. ἔχει δ’ οὐχ οὕτως· γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δ’ ὡς δέρμα· καὶ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]