Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus (To Gaurus on How Embryos are Ensouled)

Kalbfleisch 1895

ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῷ Πλάτωνι ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῷ Ἡσιόδῳ καὶ τοῖς Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῷ Φερεκύδῃ τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι—τοῦ δ’ ὅταν πλασθῇ πρῶτον τὴν εἴσκρισιν τιθέντος τοῦ μὲν ἄρρενος ἐν {λ} ἡμέραις, τῆς δὲ θηλείας ἐν δύο καὶ {μ} διαρθρουμένης, καθάπερ ἱστορεῖ ὁ Ἱπποκράτης, τοῦ δὲ τὸν καιρὸν ἀφορίζοντος τῆς εἰσκρίσεως ὅταν πρῶτον κινηθῇ τὸ ἔμβρυον· λέγει δὲ καὶ περὶ τοῦ χρόνου ὁ Ἱπποκράτης· “ὅταν δὲ δὴ τὰ ἄκρα τοῦ σώματος τοῦ παιδίου ὀζωθῇ ἔξω καὶ οἱ ὄνυχες καὶ αἱ τρίχες ἐρριζώθησαν, τότε δὲ καὶ κινεῖται· καὶ χρόνος εἰς τοῦτο γίγνεται τῷ μὲν ἄρρενι {γ} μῆνες, τῇ δὲ θηλείᾳ {δ}.” ἤκουσα δ ἤδη τινὸς ἐγὼ διατεινομένου πρὸς ἡμᾶς τὴν προθυμίαν τοῦ ἄρρενος τὴν ἐν ταῖς ὀχείαις καὶ τὸ συμπαθὲς τῆς μήτρας ἁρπάζειν ψυχὴν ἐκ τοῦ περιέχοντος ἀέρος διὰ τῆς ἀναπνοῆς γιγνομένης μετακινήσαντα τὴν φύσιν ἣ χορηγὸς ἦν τοῦ σπέρματος σὺν ἰδιότητι ἑλκτικῇ ψυχῆς, διὰ δὲ τοῦ ἄρρενος ὡς διὰ σωλῆνος συνεκθοροῦσαν τῷ σπέρματι πάλιν ὑπὸ τῆς ἐν τῇ μήτρᾳ προθυμίας συλλαμβάνεσθαι, ὅταν ἐπιτηδείως ἔχῃ πρὸς κράτησιν αὕτη· καὶ διὰ τοῦτο μίγνυσθαι ἄμφω, ὅτι δι’ ἀμφοῖν ὁ τῆς ψυχῆς δεσμὸς καὶ ἡ κάθειρξις, σύλληψίν τε εἰρῆσθαι τὸ πάθος διὰ τὸ ἁρπαγῇ πτηνοῦ ἐοικέναι τὰ γιγνόμενα. ἀλλὰ τούτους μὲν τοὺς μύθους καὶ τότε γελάσας οἶδα καὶ μνήμης ἠξίωσα οὐ διὰ τὸ ἔχειν τι λόγων ἄξιον τὸ πλάσμα, ὅτι δ’ ἐπιδέχεται ὁ τρόπος ἐκτροπὰς μυρίας δεικνύς, ὅταν τις τὰς εἰσκρίσεις παραιτησάμενος τίθεσθαι μετὰ τὰς ἐκ τῆς μητρὸς ἀποκυήσεις εἰς τὰ κατὰ γαστρὸς ἔτι ὄντα καὶ τὴν ἐνταῦθα ἀδηλίαν ἐπάγῃ τὰ γιγνόμενα. τὸν μὲν οὖν καιρὸν ἀφορίσαι τῆς εἰσκρίσεως τοῖς οὕτω δόξασι λέγειν τὸν Πλάτωνα δύσκολον, ἀγὼν δὲ οὐχ ἥττων ἔσται αὐτοῖς πειρωμένοις δεικνύναι, ὡς ἔξωθεν ἡ ἐμψύχωσις καὶ οὐκ ἀπὸ τοῦ πατρὸς μέρος ψυχῆς συγκαταβάλλεται τῷ σπέρματι, καθάπερ φύσεως, εἴπερ ἄρα τῇ καταβολῇ ἡ ἐμψύχωσις· πῶς 〈δ’〉 οὐ μέρος ψυχῆς τῆς μητρός, εἰ ὅταν πλασθῇ γίγνοιτο ἡ

Work

Title: pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus
English: To Gaurus on How Embryos are Ensouled
Original: Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα

Domains: Psychology, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Kalbfleisch, Karl

Title: Die neuplatonische, fälschlich dem Galen zugeschriebene Schrift Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα
in: Abhandlungen der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1895

Pages: 33-62

Download