Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus (To Gaurus on How Embryos are Ensouled)

Kalbfleisch 1895

μὲν πάντῃ κεχυμένῳ τὰ χερσαῖα τῶν ζῴων διόλλυται, ὑγροῦ δὲ περιχύσει καὶ παραθέσει καὶ ἕλξει ἐκ γῆς ἀναδίδοται τὰ σπέρματα. εἰ μὲν 〈οὖν〉 καὶ τὰ ἔμβρυα διὰ τοῦ στόματος ἐτρέφετο, οὐχὶ δὲ διὰ τῆς ἐνούσης δυνάμεως ἐν τῷ σπέρματι, ἣ τὸ φερόμενον αἷμα καὶ περικεχυμένον τῷ σπέρματι ἐντὸς ἐν τῇ μήτρᾳ σπῶσα καθάπερ τὰ φυτὰ ἐκ τῆς γῆς τὴν ἰκμάδα τὸ μὲν κατατάττει εἰς αὔξησίν τε καὶ θρέψιν τοῦ ἐμβρύου, τὸ δ’ ὡς περιττὸν ἀφορίζει χρήσιμον καὶ τοῦτο ἐσόμενον τελεσιουργηθέντι εἰς τὸν ὄλισθον, ἢ εἴπερ ὁμοίως ὡς μετὰ τὴν ἐκ γαστρὸς πρόοδον διὰ τῶν ῥινῶν ἀνέπνει τὰ ἔμβρυα ἀλλ’ οὐχὶ διὰ τοῦ ὀμφαλοῦ, ἀφ’ οὗ δὴ καὶ τὰ μέσα ἠρτημένα ῥίζης τρόπον ἢ μίσχου χορίου ἐξῆπται, πάλιν οὖν τοῖς καρποῖς παραπλησίως πεπανθέντα ἀποπίπτειν εἰς τὴν γῆν ἐπείγεται, ἢ οἷόν τε ἦν ἄνευ ὑγροῦ πανταχόθεν περικεχυμένου κἂν πρὸς μικρὸν ἀντέχειν αὐτά, οὗ δὴ κατὰ τοὐναντίον μετὰ τὴν κύησιν τὰ χερσαῖα οὐδὲ πρὸς ὀλίγον ὑπομένει τὴν πανταχόθεν περίχυσιν — εἰ μὲν οὖν ὥσπερ ἔφην ἡ κατὰ γαστρὸς τῶν ἐ(μ)βρύων διοίκησις ταῖς τῶν ζῴων ὑπῆρχε (π)αραπλησία ἀλλὰ μὴ ἄντικρυς τῇ τῶν φυτῶν, ἐνεχώρει ἂν ἐκ τῶν γιγνομένων τὰς πίστεις λαμβάνοντα συγχωρεῖν τοῖς (ἡ)γουμένοις ζῷα εἶναι τὰ ἔμ(βρυα)· ἐπειδὴ δὲ τὴν μὲν ὡς ἀλλοτρίαν παραιτεῖται, δι’ ἧς δὲ ὡς οἰκειοτάτης, σχεδὸν ὑπεναντίαν ἔχει τῇ μετὰ τ(ὴν) ἐκ γαστρὸς πρόοδον ὅταν τὴν τοῦ ζῴου ψυχὴν εἰσοικίσηται, τί παρέντες τῶν συμβαινόντων τὴν ἐνάργειαν αὑτοὺς προχείρως (ἀ)πατῶμεν, ἐπείπερ δὴ ζῴοις ἅμα τῇ προκύψει ἐντυγχάνομεν, ζῷα καὶ κατὰ γαστρὸς ἔνδον εἶναι λογιζόμενοι; ἢ γὰρ ἐκεῖνα ἀθετητέον ἐξ ὧν ὡς φυτὰ ἀλλ’ οὐχ ὡς ζῷα διοικούμενα (ε)ὑρίσκεται ἤ, εἴπερ μάχεσθαι τοῖς ἐναργέσιν ἀδύνατον, τῆς μὲν ἐκ φυτοῦ εἰς ζῷον μεταβολῆς (ζη)τητέον τὰς αἰτίας, εἴπερ τισὶ τοῦτο παράδοξον ἀλλὰ μὴ φύσεως θείας ἔργον εἶναι καταφαίνοιτο, τὸ μέντοι μὴ εἶναι ζῷα τὰ κατὰ γαστρός, ὄντα ἐπίσης ἀκίνητα π(ρὶν) ὡς ζῷα ψυχοῦσθαι, ἐατέον.

Ἀλλ’ ὁ Πλάτων, φασί, λέγει τρίτου μορίου τῆς ψυχῆς τοῦ ἐπιθυμητικοῦ μέρος εἶναι τὴν ἐν τῷ σπέρματι φύσιν, τὸ δ’ ἐπιθυμητικὸν δι’ ἡδονῆς ἄγεσθαι καὶ λύπης καὶ σιτίων ὀρέγεσθαι καὶ τροφῆς, εἶναι δὲ τὰς μὲν ἡδονὰς καὶ τὰς λύπας αἰσθήσεις ἢ ἀναδιδομένας γε εἰς αἴσθησιν κινήσεις,

Work

Title: pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus
English: To Gaurus on How Embryos are Ensouled
Original: Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα

Domains: Psychology, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Kalbfleisch, Karl

Title: Die neuplatonische, fälschlich dem Galen zugeschriebene Schrift Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα
in: Abhandlungen der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1895

Pages: 33-62

Download