Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus (To Gaurus on How Embryos are Ensouled)

Kalbfleisch 1895

τὴν πλεῖστα ἰδοῦσαν ψυχὴν εἰς γονὴν ἰέναι ἀνδρὸς φιλοκάλου τινὸς καὶ μουσικοῦ· γονὴν γὰρ οὐ τὸ σπέρμα, τὴν δὲ γένεσιν ἀκουστέον, ἵν’ ᾖ γένεσις τοῦ μέλλοντος ἔτι κυΐσκεσθαι ἀλλ’ οὐ σπέρμα τοῦ σπερμαίνοντος. οὐ γὰρ ἀφικνεῖσθαι λέγει καὶ εἰσοικίζεσθαι εἴς τι(νος) φιλοκάλου σπέρμα ἀλλ’ εἰς γένεσιν ἀνδρὸς φιλοκάλου, ἴνα μὴ ὁ τίκτων ᾖ ὁ φιλόκαλος ἀλλ’ ὁ γεννώμενος. ὅτι δὲ μετὰ τὴν τοῦ σώματος τελείωσιν εἰς φῶς ἐξελθόντων ἀπὸ τῆς μητρὸς ἡ ψυχὴ κατὰ Πλάτωνα εἰσοικίζεται, λέγεται μὲν κἀν τῷ Τιμαίῳ· ἐπὶ γὰρ ὅλῳ τῷ σώματι κατασκευασθέντι ἐπάγει τὴν ψυχήν· ἀλλὰ κἀν τῷ Φαίδρῳ ὡσαύτως καὶ σχεδὸν πανταχοῦ ἐν οἷς λέγει τὴν ψυχὴν λαμβανομένην τοῦ σώματος ζῷον τὸ συναμφότερον ἀπεργάζεσθαι.

Καὶ ἄνευ δὲ τοῦ Πλάτωνος αὐτὸ χρὴ καθ’ αὑτὸ σκοπεῖσθαι τὸ γιγνόμενον ἐνθυμεῖσθαί τε μὴ παρέργως, εἰ μὴ πᾶσα ἡ τῶν ἐμβρύων γένεσις τῇ τῶν φυτῶν ὡς ἔνι μάλιστα ἔοικε, τοῦ μὲν πατρὸς καθιέντος τὸ σπέρμα, τῆς δὲ μητρὸς συμβαλλομένης εἰς τὴν ἔκθρεψιν οὐ μόνον γῆς τρόπον εἰς χορηγίαν τῆς τροφῆς οὐδ’ ὃν τρόπον κυηθεῖσι χορηγεῖ μόνον τὸ γάλα, παραπλησίως δέ πως τοῖς ἐγκεντριζομένοις καὶ ἐνοφθαλμιζομένοις, συμφυομένης τῷ σπέρματι ἐν τῇ μήτρᾳ δυνάμεως, ὑφ’ ἧς τό τε ὑποκείμενον ἔχον ἰδίαν φύσιν τό τε ἐνοφθαλμιζόμενον ἔχον τὴν οἰκείαν, κρᾶσίν τινα συνίστησιν εἰς μίαν τοῦ ἐνοφθαλμισθέντος φύσιν.

Work

Title: pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus
English: To Gaurus on How Embryos are Ensouled
Original: Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα

Domains: Psychology, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Kalbfleisch, Karl

Title: Die neuplatonische, fälschlich dem Galen zugeschriebene Schrift Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα
in: Abhandlungen der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1895

Pages: 33-62

Download