Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus (To Gaurus on How Embryos are Ensouled)

Kalbfleisch 1895

οἳ δὴ ἑκόντες ἢ ἀγνοοῦντες οὐκ οἶδ’ ὅπως τὴν τοῦ Π(λάτωνος δόξαν τῆς ἀληθείας) παραπε(πτώκασιν.) ἀπορήσειε γὰρ ἄν τις εἰκότως, πῶς οὐ καθάπερ ἀ(πὸ πυροῦ πυρὸς καὶ ἐξ ἵππου ἵππος, οὑτωσὶ) δὲ καὶ ἐξ ἀνθρώπου ἄνθρωπος, ἀλλ’ ἐξ ἀνθρώπου ὄργανον (ἀνθρώπου γίγνεται· ἔστι γὰρ ἡ) φυτικὴ δύναμις ὄργανον ἀνθρώπου, ὁ δὲ ἄνθρωπος, ᾖ (ζῷον, συναμφότερόν τί ἐστιν ἐκ σώματός τε καὶ) ψυχῆς τῆς λογιστικῆς συνεστηκός· ὅλως δὲ εἰ σ(π)έρμα (δυνάμει ἄνθρωπος, λέγομεν δ’ ὅτι) οὐκ ἔχει ψυχὴν δυνάμει, πῶς ἂν εἴη σπέρμα ἄν(θρωπος δυνάμει ψυχῆς ἀμέτοχον ὄν;) ἔπειτα φήσουσι διπλᾶς ὁρᾶν τὰς γενέσεις (οὔσας, τὴν μὲν ἐξ ὁμοίων, τὴν δ’ ἐξ ἀνομοίων·) ἐκ πυρὸς μὲν γὰρ τοῦδε τόδε ἐξαφθὲν ἐξ ὁμοίου, τ(ὸ δὲ γενόμενον διὰ τῆς τῶν λίθων) ἢ ναρθήκων παρατρίψεως ἢ καὶ ἀκτίνων εἰς λ(εῖα) κατερ(χομένων ἐξ ἀνομοίου τὴν αἰτίαν) τῆς πυρώσεως ἔχειν· τὸ μὲν οὖν ἐκ τοῦ ὁμο(ίου ..) ἐκ τῶν π....................... ἐπιτηδείων πρὸς (ἃ) γέγονεν ἐπιτήδεια ταυ? ................................... γίνεται ζῷα. καὶ ἐκ (β)ορβό(ρου) καὶ σήψεων ........................ περ καὶ τὰ ὑπηνέμια οὐκ ἐκ σπέρ(ματος) .................................. ἰσχυρῶς συγκαθήμενοι ἔξω(θεν) τ............................................ .............. αι τ(ῆς φύσεως?) τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου ἀν(αγκ)αζούσ(ης) γεγονέν(αι. ὥσπερ οὖν οὐκ ἄτοπ)ος ὁ τῆς θρυαλλίδος τὴν ἐκ πυρὸς (ἔξαψιν) ἔξωθεν φάσκων γεγονέναι, (ἐπειδὴ ἐκ τῆς τῶν λί)θων σ(υγ)κρούσεως ἔξωθεν ἦν, οὕτως καὶ ὁ τὰ ἐκ τῶν σπερμάτων γιγνόμενα ἐμ(ψύχων ὄντων τῶν π)ροϊέντων τὰ σπέρματα βίαιος ἔξωθεν ἡμᾶς ἀναπείθων προσερ(χομένην ἔχειν τὴν ἐμ)ψυχίαν ἐοικότως τ(οῖ)ς μὴ ἐκ σπερμάτων γιγνομένοις· ἢ τίνος γοῦν ἕνεκα (πλεονεκτεῖν φήσει τὴν) ἀνθρώπου φύ(σιν), εἴπερ ἡ σύστασις τῆς ἐμψυχίας τοιαύτη οἵα ἐπὶ σκω(λήκων καὶ εὐλῶν καὶ ..............)νέμων ἣν συγχωρητέον γίγνεσθαι ἔξωθεν; (οὐ μὴν ἀλλὰ ζῷον γε)ννᾷ (ὁ ἄνθρωπος οὐ) σῶμα μόνον ἀλλὰ καὶ ψυχὴν ἔχον, εἴτ’ οὗν λόγους (ἐθέλει τις αὐτὴν καλεῖν ε)ἴτε δυνά(μεις εἴ)τε μέρος 

Work

Title: pseudo-Galen: Ad Gaurum Quomodo Animetur Fetus
English: To Gaurus on How Embryos are Ensouled
Original: Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα

Domains: Psychology, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: Kalbfleisch, Karl

Title: Die neuplatonische, fälschlich dem Galen zugeschriebene Schrift Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦνται τὰ ἔμβρυα
in: Abhandlungen der Königlich Preussischen Akademie der Wissenschaften, Philosophisch-Historische Klasse

Published: 1895

Pages: 33-62

Download