De Fasciis (On Bandages)
Kühn 1829
τῶν πέλας ἐπὶ τὸ βέλτιον χρὴ ποιέειν. καὶ γὰρ, ὡς ἔοικεν
ἔν τισιν ἔργοις, οὐκ ἄλλῳ τινὶ τῶν ἀπείρων διαφέρουσιν οἱ
ἔμπειροι τεχνῖται τῶν ἀτέχνων ἢ τάχει καὶ εὐρυθμίᾳ· διὸ πολλάκις
προσήκει παντὸς ἄλλου τεχνίτου τὸν ἰατρὸν ἐν πᾶσιν
ἐστοχάσθαι τοῦ καλῶς πράττειν τι, καθ’ ὃ καὶ τὴν ὕλην ἔχει
διάφορον· καὶ γὰρ τέμνοντα καὶ καίοντα καὶ δὴ καὶ ἐπιδέοντα
καὶ εἴ τι ἄλλο χειρουργοῦντα μετὰ τοῦ συμφερόντως πράττειν
καὶ τοῦ καθαρίως καὶ εὐρύθμως πεφροντικέναι δεῖ, ὡς καὶ αὐτὸς
πάλιν πού φησιν· ἐπιδέσιος δὲ δύο εἴδεα ἐργαζόμενόν τε
καὶ εἰργασμένον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως,
εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ
ῥηϊδίως δρῇν, εὐπόρως δὲ εἰς πάντα ἑτοίμως· εὐρύθμως δὲ
ὁρῆσθαι ἡδέως. ἀπαιτεῖ μὲν γὰρ γενόμενα πάθη περί τισι
τοῦ σώματος μέρεσι τὴν ἁρμόζουσαν ἐπίδεσιν· ἀπαιτοῦσι
δ’ οἱ ἄνθρωποι καὶ κατ’ ἰδέαν πολλάκις τὸ κατὰ τὰς ἐπιδέσεις
εὔρυθμον, ὡς ἐπί τι μοναχῶν καὶ τῶν ἄλλων εἰς
δῆμον παρασκευαζομένων ἁπάντων χάριν, ἀναγκαῖον εἰδέναι
Work
Title: De Fasciis
English: On Bandages
Original: Περὶ τῶν ἐπιδέσμων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 768-827
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_006.xml [113 Kb]