De Fasciis (On Bandages)
Kühn 1829
ἀφυΐας τῶν χρωμένων σφιγγόντων τὴν ἐπίδεσιν. χρὴ γὰρ
ἐπιδεῖν, ὥς φησιν Ἱπποκράτης· ἐν δὲ τουτέοισι μάλιστα
ἐπιδέσιος, πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ
ἐρηρεῖσθαι κάρτα, ἀλλ’ ἡρμόσθαι μὲν, προσηναγκάσθαι
δὲ μή. ἔδει δὲ αὐτοὺς τὸν Ἱπποκράτην ἐπαγομένους μάρτυρα
προσαποδοῦναι τὸ λοιπόν. οὐ γὰρ ἁπλῶς ἐξενήνεκται, ἀτὰρ
καὶ ἄλλα πολλὰ λωβέονται χαίροντες ταῖς καλαῖς ἐπιδέσεσιν,
ἀλλὰ μετὰ τοῦ προσκεῖσθαι τὸ ἄνευ νόου. σκοπείσθωσαν
δὲ καὶ ἐκ τῶν νῦν λεγομένων ὡς Ἱπποκράτης οὐκ ἐκβάλλει
τὰς ποικίλας ἐπιδέσεις. αὐτὸς γοῦν ἐν τῷ κατ’ ἰητρεῖον
βιβλίῳ περὶ ἐπιδέσεως διαλεγόμενος καὶ εἰπὼν τίς ἂν εἴη
ἀρετὴ ἐν τῷ ἐπιδέειν. ἑξῆς καί τις ἐν τῷ ἐπιδεδειχέναι
οὕτω λέγει ἀγαθῶς καλῶς· τὸ μὲν ἀγαθῶς ἐπὶ τοῦ συμφέροντος
τιθεὶς, τὸ δὲ κα- λῶς ἐπὶ τοῦ εὐπρεπῶς,
εἶτα εἰς ἀνάπλωσιν τοῦ καλῶς ἐπιφέρει, καλῶς μὲν ἁπλῶς
εὐκρινέως. τὸ ἁπλῶς τιθεὶς οὐκ ἐπὶ παντὸς, ἀλλ’ ἐν ὑποδείγματος
Work
Title: De Fasciis
English: On Bandages
Original: Περὶ τῶν ἐπιδέσμων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 768-827
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_006.xml [113 Kb]