De Fasciis (On Bandages)
Kühn 1829
ἀπὸ δὲ ζώων καρκίνος, ἱέραξ, κριὸς, λαγωὸς, χελώνη· ἀπὸ
δὲ τῶν συμβεβηκότων ὡς χάραξ ἥ τε ἐζευγμένη καὶ ἀπεζευγμένη,
σκεπαστραὶ, σειραὶ καὶ αἱ ταύταις ὅμοιαι. τῶν δὲ
ἐπιδέσεων τούτων αἱ μὲν αὐτὸ τοῦτο ἐπιδέσεις εἰσὶν, ὡς
θόλος, βασιλικὸς, σκάφιον, διάκρισις. αἱ δέ εἰσιν ἐπιδέσεις
ἅμα καὶ βρόχοι ὡς λαγωὸς μετ’ ὤτων καὶ βουκολίσκος
καὶ οἱ τούτοις ὅμοιοι· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν ἀπὸ μιᾶς
ἀρχῆς ἐπιδέονται, αἱ δὲ ἀπὸ δυοῖν, αἱ δὲ ἀπὸ μιᾶς καὶ
δυοῖν ἀρχῶν· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν μερῶν τινῶν εἰσιν
ἴδιαι ἐπ’ ἄλλων μὴ ἁρμόζουσαι, αἱ δὲ κοιναὶ καὶ πρὸς ἄλλα
μέρη· ἔτι τῶν ἐπιδέσμων οἱ μὲν προσθοφανεῖς εἰσι μόνα
τὰ ἐμπρόσθια τοῦ ἀνθρώπου ἐπιδεδεμένα δεικνύοντες, οἱ
δὲ ὀπισθοφανεῖς, ἄλλοι ὁμοιοφανεῖς ἐπίσης καὶ τὰ ἐμπρόσθια
καὶ τὰ ὀπίσθια δεικνύοντες καὶ ταῦτα ὅτι μὲν ὁμογενῆ,
ὅτι δὲ ἑτεροφανῆ· σαφῆ δ’ ἔσται ταῦτα ἐν τῷ τὰς
κατὰ μέρος ἐπιδέσεις δεικνύεσθαι.
Work
Title: De Fasciis
English: On Bandages
Original: Περὶ τῶν ἐπιδέσμων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 768-827
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_006.xml [113 Kb]