De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
συμφυόμενον, ὥσπερ ἡ κοίλη φλὲψ, ἀλλὰ χαλαροῖς
ὑμέσι διειλημμένον. ἔστι δ’ οὐκ ἀκριβῶς κυκλοτερὲς ἐνταυθοῖ
τοῦτο τοῦ διαφράγματος τρῆμα, τριγώνῳ δ’ ἔοικε
μᾶλλον, αἰωρουμένην μὲν ἔχοντι τὴν κορυφὴν, ἐστηριγμένην
δὲ ἐπὶ τοῦ νώτου τὴν βάσιν. καὶ τί γὰρ ἄλλο, ἢ
ὥσπερ Ἱπποκράτης· εἴπερ ἀμφιβεβήκασιν αἱ φρένες ἐν τῷδε
τῷ χωρίῳ τήν τ’ ἀρτηρίαν καὶ τὸν στόμαχον, κατὰ μὲν
αὐτὴν τὴν μέσην χώραν τῆς ῥάχεως ἐστηριγμένης τῆς ἀρτηρίας,
ἐν δὲ τοῖς ἀριστεροῖς αὐτῆς παρατεταμένου τοῦ στομάχου.
καὶ μὲν δὴ καὶ φλέψ τις ἅμ’ αὐτοῖς μικρὰ καὶ
νεῦρα δύο διεξέρχεται· περὶ ὧν οὐ καιρὸς ἀκριβολογεῖσθαι
τὰ νῦν. οὐδὲ γὰρ ὁ περὶ τῆς ἀρτηρίας λόγος ἢ τοῦ στομάχου
τούτων ἕνεκεν αὐτῶν εἴρηται, πάρεργον δὲ τῆς ἐξηγήσεως
τοῦ ταύτῃ τρήματος τῶν φρενῶν ἡ διήγησις αὐτῶν
ἐγένετο, μελλῆσον δὲ καὶ αὖθις ἐν οἰκείῳ καιρῷ διδαχθήσεσθαι
τελεώτερον. ἀλλὰ τό γε διάφραγμα διὰ ταῦτα τὰ
ἐκπίπτοντα μόρια, καὶ μέντοι καὶ διὰ τὰς ψόας οὐ συνέφυ
τοῖς τῆς ῥάχεως σπονδύλοις ἐνταῦθα, καίτοι δεόμενον.
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]